Thesauros Edebiyat mythology Epitome

Epitome

Epitome Apollodorus
3.29 ἀλλὰ τοὺς μὲν ἔσωσεν Ἀντήνωρ, οἱ δὲ Ἕλληνες, ἀχθόμενοι ἐπὶ τῇ τῶν βαρβάρων καταφρονήσει, ἀναλαβόντες τὴν πανοπλίαν ἔπλεον ἐπʼ αὐτούς. Ἀχιλλεῖ δὲ ἐπιστέλλει Θέτις πρῶτον μὴ ἀποβῆναι τῶν νεῶν· τὸν γὰρ ἀποβάντα πρῶτον πρῶτον μέλλειν τελευτήσειν.πυθόμενοι δὲ οἱ βάρβαροι τὸν στόλον ἐπιπλεῖν, σὺν ὅπλοις ἐπὶ τὴν θάλασσαν ὥρμησαν καὶ βάλλοντες πέτροις ἀποβῆναι ἐκώλυον.
3.30 τῶν δὲ Ἑλλήνων πρῶτος ἀπέβη τῆς νεὼς Πρωτεσίλαος, καὶ κτείνας οὐκ ὀλίγους τῶν βαρβάρων ὑφʼ Ἕκτορος θνήσκει. τούτου ἡ γυνὴ Λαοδάμεια καὶ μετὰ θάνατον ἤρα, καὶ ποιήσασα εἴδωλον Πρωτεσιλάῳ παραπλήσιον τούτῳ προσωμίλει.Ἑρμῆς δὲ ἐλεησάντων θεῶν ἀνήγαγε Πρωτεσίλαον ἐξ Ἅιδου. Λαοδάμεια δὲ ἰδοῦσα καὶ νομίσασα αὐτὸν ἐκ Τροίας παρεῖναι τότε μὲν ἐχάρη, πάλιν δὲ ἐπαναχθέντος εἰς Ἅιδου ἑαυτὴν ἐφόνευσεν.
3.31 Πρωτεσιλάου δὲ τελευτήσαντος, ἐκβαίνει μετὰ Μυρμιδόνων Ἀχιλλεὺς καὶ λίθον βαλὼν εἰς τὴν κεφαλὴν Κύκνου κτείνει. ὡς δὲ τοῦτον νεκρὸν εἶδον οἱ βάρβαροι, φεύγουσιν εἰς τὴν πόλιν, οἱ δὲ Ἕλληνες ἐκπηδήσαντες τῶν νεῶν ἐνέπλησαν σωμάτων τὸ πεδίον. καὶ κατακλείσαντες τοὺς Τρῶας ἐπολιόρκουν·
3.32 ἀνέλκουσι δὲ τὰς ναῦς. μὴ θαρρούντων δὲ τῶν βαρβάρων, Ἀχιλλεὺς ἐνεδρεύσας Τρωίλον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ φονεύει, καὶ νυκτὸς ἐλθὼν ἐπὶ τὴν πόλιν Λυκάονα λαμβάνει. παραλαβὼν δὲ Ἀχιλλεύς τινας τῶν ἀριστέων τὴν χώραν ἐπόρθει, καὶ παραγίνεται εἰς Ἴδην ἐπὶ τὰς Αἰνείου τοῦ Πριάμου βόας. φυγόντος δὲ αὐτοῦ, τοὺς βουκόλους κτείνας καὶ Μήστορα τὸν Πριάμου τὰς βόας ἐλαύνει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi