Kitap 2
4.5
ἐκ μὲν οὖν Ἀλκαίου καὶ Ἀστυδαμείας τῆς Πέλοπος, ὡς δὲ ἔνιοι λέγουσι Λαονόμης τῆς Γουνέως, ὡς δὲ ἄλλοι πάλιν Ἱππονόμης τῆς Μενοικέως, Ἀμφιτρύων ἐγένετο καὶ θυγάτηρ Ἀναξώ, ἐκ δὲ Μήστορος καὶ Λυσιδίκης τῆς Πέλοπος Ἱπποθόη. ταύτην ἁρπάσας Ποσειδῶν καὶ κομίσας ἐπὶ τὰς Ἐχινάδας νήσους μίγνυται, καὶ γεννᾷ Τάφιον, ὃς ᾤκισε Τάφον καὶ τοὺς λαοὺς Τηλεβόας ἐκάλεσεν, ὅτι τηλοῦ τῆς πατρίδος ἔβη. ἐκ Ταφίου δὲ παῖς Πτερέλαος ἐγένετο· τοῦτον ἀθάνατον ἐποίησε Ποσειδῶν, ἐν τῇ κεφαλῇ χρυσῆν ἐνθεὶς τρίχα. Πτερελάῳ δὲ ἐγένοντο παῖδες Χρομίος Τύραννος Ἀντίοχος Χερσιδάμας Μήστωρ Εὐήρης.
4.5
Ἠλεκτρύων δὲ γήμας τὴν Ἀλκαίου θυγατέρα Ἀναξώ, ἐγέννησε θυγατέρα. μὲν Ἀλκμήνην, παῖδας δὲ Στρατοβάτην Γοργοφόνον Φυλόνομον Κελαινέα Ἀμφίμαχον Λυσίνομον Χειρίμαχον Ἀνάκτορα Ἀρχέλαον, μετὰ δὲ τούτους καὶ νόθον ἐκ Φρυγίας γυναικὸς Μιδέας Λικύμνιον.
4.5
Σθενέλου δὲ καὶ Νικίππης τῆς Πέλοπος Ἀλκυόνη καὶ Μέδουσα, ὕστερον δὲ καὶ Εὐρυσθεὺς ἐγένετο, ὃς καὶ Μυκηνῶν ἐβασίλευσεν. ὅτε γὰρ Ἡρακλῆς ἔμελλε γεννᾶσθαι, Ζεὺς ἐν θεοῖς ἔφη τὸν ἀπὸ Περσέως γεννηθησόμενον τότε βασιλεύσειν Μυκηνῶν, Ἥρα δὲ διὰ ζῆλον Εἰλειθυίας ἔπεισε τὸν μὲν Ἀλκμήνης τόκον ἐπισχεῖν, Εὐρυσθέα δὲ τὸν Σθενέλου παρεσκεύασε γεννηθῆναι ἑπταμηνιαῖον ὄντα.