Thesauros Edebiyat mythology Library

Library

Library Apollodorus

Kitap 1

9.5 Περιήρης δὲ Μεσσήνην κατασχὼν Γοργοφόνην τὴν Περσέως ἔγημεν, ἐξ ἧς Ἀφαρεὺς αὐτῷ καὶ Λεύκιππος καὶ Τυνδάρεως ἔτι τε Ἰκάριος παῖδες ἐγένοντο. πολλοὶ δὲ τὸν Περιήρην λέγουσιν οὐκ Αἰόλου παῖδα ἀλλὰ Κυνόρτα τοῦ Ἀμύκλα· διόπερ τὰ περὶ τῶν Περιήρους ἐκγόνων ἐν τῷ Ἀτλαντικῷ γένει δηλώσομεν.
9.6 Μάγνης δὲ γαμεῖ νύμφην νηίδα, καὶ γίνονται αὐτῷ παῖδες Πολυδέκτης καὶ Δίκτυς· οὗτοι Σέριφον ᾤκισαν.
9.7 Σαλμωνεὺς δὲ τὸ μὲν πρῶτον περὶ Θεσσαλίαν κατῴκει, παραγενόμενος δὲ αὖθις εἰς Ἦλιν ἐκεῖ πόλιν ἔκτισεν. ὑβριστὴς δὲ ὢν καὶ τῷ Διὶ ἐξισοῦσθαι θέλων διὰ τὴν ἀσέβειαν ἐκολάσθη· ἔλεγε γὰρ ἑαυτὸν εἶναι Δία, καὶ τὰς ἐκείνου θυσίας ἀφελόμενος ἑαυτῷ προσέτασσε θύειν, καὶ βύρσας μὲν ἐξηραμμένας ἐξ ἅρματος μετὰ λεβήτων χαλκῶν σύρων ἔλεγε βροντᾶν, βάλλων δὲ εἰς οὐρανὸν αἰθομένας λαμπάδας ἔλεγεν ἀστράπτειν. Ζεὺς δὲ αὐτὸν κεραυνώσας τὴν κτισθεῖσαν ὑπʼ αὐτοῦ πόλιν καὶ τοὺς οἰκήτορας ἠφάνισε πάντας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi