13
ἀγροίκου βίου τά τε ἄλλα ἐστὶ καλὰ καὶ δὴ καὶ τὸ ἥμερον τοῦ τρόπου· ἡ γὰρ ἡσυχία καὶ τὸ ἄγειν σχολὴν τοῖς τῆς γῆς καλὴν πραότητα ἐνεργάζεται. σὺ δὲ οὐκ οἶδʼ ὅπως ἀγροῖκος εἶ καὶ γείτοσιν οὐκ ἀγαθὸς πάροικος. βάλλεις γοῦν ἡμᾶς ταῖς βώλοις καὶ ταῖς ἀχράσι καὶ μέγα κέκραγας ἰδὼν ἄνθρωπον ὡς διώκων λύκον, καὶ ἀργαλέος εἶ καὶ τοῦτο δὴ τὸ λεγόμενον ἁλμυρὸν γειτόνημα· ἐγὼ δὲ εἰ μὴ πατρῷον ἀγρὸν ἐγεώργουν, ἄσμενος ἂν αὐτὸν ἀπεδόμην φυγῇ φοβεροῦ γείτονος. ἀλλʼ, ὦ βέλτιστε Κνήμων, τὸ σκαιὸν τοῦ τρόπου κατάλυσον, μηδέ σε ὁ θυμὸς ἐς λήθην προαγέτω, μὴ καὶ μανεὶς σεαυτὸν λάθῃς. ταῦτά σοι φίλα παρὰ φίλου παραγγέλματα ἔστω καὶ ἴαμα τοῦ τρόπου.
Κνήμων Καλλιππίδῃ.