Kitap 9
18
Θεμιστοκλῆς ὁ Νεοκλέους ἑαυτὸν εἴκαζε ταῖς δρυσί, λέγων ὅτι καὶ ἐκείνας ὑπέρχονται οἱ ἄνθρωποι, καὶ δέονται αὐτῶν, εἰ ὕοι, στέγην τὴν ἐκ τῶν κλάδων ποθοῦντες· ὅταν δὲ οὔσης εὐδίας παρίωσι, τίλλουσιν αὐτὰς καὶ περικλῶσιν. καὶ αὐτὸς οὖν ἔλεγεν ὑπὸ τοῦ δήμου τὰ αὐτὰ πάσχειν. Ὁ δὲ αὐτὸς ἔλεγεν, εἴ μοί τις ὁδοὺς δύο δείξειε, τὴν μὲν ἐς ᾅδου φέρουσαν, τὴν δὲ ἐπὶ τὸ βῆμα, ἥδιον ἂν τὴν ἑτέραν ἦλθον τὴν εὐθὺ τοῦ ᾅδου.
19
ἠρίστα ποτὲ Διογένης ἐν καπηλείῳ, εἶτα παριόντα Δημοσθένη ἐκάλει. τοῦ δὲ μὴ ὑπακούσαντος ʽ αἰσχύνᾐ ἔφη, Δ̔ημόσθενες, παρελθεῖν ἐς καπηλεῖον; καὶ μὴν ὁ κύριός σου καθʼ ἑκάστην ἡμέραν ἐνθάδε ἔσεισι,ʼ τοὺς δημότας λέγων καὶ τοὺς καθʼ ἕνα· δηλῶν ὅτι οἱ δημηγόροι καὶ οἱ ῥήτορες δοῦλοι τοῦ πλήθους εἰσί.
20
πλέων Ἀρίστιππος χειμῶνος ἐπιγενομένου πάνυ σφόδρα ἐταράττετο. ἔφη δέ τις τῶν συμπλεόντων ʽὦ Ἀρίστιππε, καὶ σὺ δέδοικας, ὡς οἱ πολλοί;ʼ ὃ δὲ ʽκαὶ μάλα γε εἰκότως· ὑμῖν μὲν γὰρ περὶ κακοδαίμονός ἐστι βίου ἡ σπουδὴ καὶ ὁ νῦν κίνδυνος, ἐμοὶ δὲ περὶ εὐδαίμονος.ʼ
21
Θηραμένης ἔτυχεν ἐν οἰκίᾳ τινὶ διατρίβων, εἶτα ἐπεὶ προῆλθεν αὐτῆς, παραχρῆμα ἐκείνη κατηνέχθη. οἱ μὲν οὖν Ἀθηναῖοι ἄλλοι ἀλλαχόθεν αὐτῷ περιφύντες συνήδοντο ἐπὶ τῇ σωτηρίᾳ τῇ παραδόξῳ, ὃ δὲ παρὰ τὴν πάντων ἐλπίδα ἀπεκρίνατο ʽὦ Ζεῦ, ἐς τίνα με καιρὸν φυλάττεις;ʼ καὶ μετʼ οὐ πολὺν χρόνον ὑπὸ τῶν τριάκοντα ἀνῃρέθη, πιεῖν κώνειον κατακριθείς.
22
λέγουσι τοὺς Πυθαγορείους πάνυ σφόδρα περὶ τὴν ἰατρικὴν σπουδάσαι τέχνην. καὶ Πλάτων δὲ φροντίδα ἐς αὐτὴν ἔσχε πλείστην καὶ Ἀριστοτέλης ὁ Νικομάχου καὶ ἄλλοι πολλοί.