Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 9

9 Δημήτριος ὁ Πολιορκητὴς ᾕρει τὰς πόλεις, καὶ τῇ ἑαυτοῦ τρυφῇ καταχρώμενος χίλια καὶ διακόσια τάλαντα πρόσοδον ἑαυτῷ περιεποιήσατο καθʼ ἕκαστον ἔτος, καὶ ἐκ τούτων ὀλίγα μὲν ἐς τὸ στρατόπεδον ἐδαπάνα, τὰ δὲ λοιπὰ ἐς τὴν ἀκολασίαν τὴν ἑαυτοῦ. μύροις τε ἐρραίνετο αὐτῷ τὸ δάπεδον καὶ καθʼ ἑκάστην ἔτους ὥραν τὰ ἐνακμάζοντα τῶν ἀνθῶν ὑπεσπείρετο αὐτῷ, ἵνα κατʼ αὐτῶν βαδίζῃ. ἦν δὲ καὶ πρὸς γυναῖκας ἀκόλαστος, καὶ νεανικοῖς ἔρωσιν ἐπεχείρει. ἔμελε δὲ αὐτῷ καὶ καλῷ εἶναι εὐθετίζοντι τὴν τρίχα καὶ ξανθιζομένῳ καὶ ὑπαλειφομένῳ τὸ πρόσωπον παιδέρωτι. καὶ τοῖς ἄλλοις δὲ ἐχρίετο ἀλείμμασι, προσφιλοτιμούμενος τῇ ῥᾳθυμίᾳ.
10 ὁ Πλάτων, νοσεροῦ χωρίου λεγομένου εἶναι τῆς Ἀκαδημείας, καὶ συμβουλευόντων αὐτῷ τῶν ἰατρῶν  ἐς τὸ Λύκειον μετοικῆσαι, οὐκ ἠξίωσεν εἰπὼν ʽἀλλʼ ἔγωγε οὐκ ἂν οὐδὲ ἐς τὰ τοῦ Ἄθω μετῴκησα ἂν ὑπὲρ τοῦ μακροβιώτερος γενέσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi