Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 9

34 Διογένης ἐς Ὀλυμπίαν ἐλθὼν καὶ θεασάμενος ἐν τῇ πανηγύρει Ῥοδιακούς τινας νεανίσκους πολυτελῶς ἠσθημένους, γελάσας ʽτῦφοσʼ ἔφη ʽτοῦτό ἐστιν.ʼ εἶτα περιτυχὼν Λακεδαιμονίοις ἐν ἐξωμίσι φαύλαις καὶ ῥυπώσαις ʽἄλλοσʼ εἶπεν ʽοὗτος τῦφος.ʼ
35 ὁ δὲ Σωκράτης ἰδὼν τὸν Ἀντισθένη τὸ διερρωγὸς τοῦ ἱματίου μέρος ἀεὶ ποιοῦντα φανερὸν, ʽοὐ παύσᾐ ἔφη ʽἐγκαλλωπιζόμενος ἡμῖν;ʼ
36 ψάλτης Ἀντιγόνῳ ἐπεδείκνυτο. τοῦ δὲ πολλάκις λέγοντος ʽτὴν νήτην ἐπίσφιγξον,ʼ εἶτα πάλιν ʽτὴν μέσην,ʼ ὃ δὲ ἀγανακτήσας ἔφη ʽμὴ γένοιτό σοι οὕτω κακῶς, ὦ βασιλεῦ, ὡς ἐμοῦ ταῦτα ἀκριβοῦν μᾶλλον.ʼ
37 Ἀνάξαρχος ὁ ἐπικληθεὶς Εὐδαιμονικὸς κατεγέλα Ἀλεξάνδρου ἑαυτὸν ἐκθεοῦντος. ἐπεὶ δὲ ἐνόσησέ ποτε Ἀλέξανδρος, εἶτα προσέταξεν αὐτῷ ὁ ἰατρὸς ῥόφημα σκευασθῆναι, γελάσας ὁ Ἀνάξαρχος ʽτοῦ μέντοι θεοῦ ἡμῶνʼ εἶπεν ʽἐν τρυβλίῳ αἱ ἐλπίδες κεῖνται.ʼ
38 ὁ μὲν Ἀλέξανδρος ἐς τὴν Ἴλιον ἦλθεν. ἀνασκοποῦντι δὲ αὐτῷ φιλοπόνως τῶν τις Τρώων προσελθὼν τὴν λύραν ἐδείκνυεν Ἀλεξάνδρου. ὃ δὲ ἔφη ʽπροτιμησαίμην ἂν μᾶλλον ἰδεῖν τὴν Ἀχιλλέως.ʼ ὑπέρευγε τοῦτο Ἀλέξανδρος· ἐπόθει γὰρ κτῆμα ἀγαθοῦ στρατιώτου, ᾧ συνῇδεν ἐκεῖνος τὰ τῶν ἀγαθῶν ἀνδρῶν κλέα. τοῦ δὲ Πάριδος τί ἄρα ᾖσεν ἡ λύρα, εἰ μὴ μέλη μοιχικὰ καὶ οἷα αἱρεῖν γυναῖκας καὶ θέλγειν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi