Kitap 9
23
Ἀριστοτέλης ἐνόσει ποτέ. προσέταξε δὲ αὐτῷ ὑ ἰατρὸς πρόσταγμά τι. καὶ ἐκεῖνος ʽμήτε ὡς βοηλάτην μἐ ἔφη ʽθεράπευε μήτε ὡς σκαπανέα, ἀλλὰ διδάξας πρότερον τὴν αἰτίαν, οὕτως ἕξεις ἕτοιμον πρὸς τὸ πείθεσθαι,ʼ διδάσκων ἐκ τούτων μηδὲν χωρὶς αἰτίας προσφέρειν.
24
Σμινδυρίδης ὁ Συβαρίτης ἐς τοσοῦτον τρυφῆς ἐξώκειλε ʽκαὶ γάρ τοι Συβαρίταις πᾶσιν ἔργον ἦν τρυφᾶν καὶ τῷ βίῳ διαρρεῖν, ὁ δὲ Σμινδυρίδης καὶ πλέονʼ· φύλλοις ῥόδων γοῦν ἐπαναπεσὼν καὶ κοιμηθεὶς ἐπʼ αὐτῶν αὐτῶν ἐξανέστη λέγων φλυκταίνας ἐκ τῆς εὐνῆς ἔχειν. σχολῇ γʼ ἂν οὗτος ἐπὶ χαμεύνης κατεκλίθη ἢ στιβάδος ἢ πόας ἐν προσάντει πεφυκυίας ἢ ταύρου δορᾶς, ὡς ὁ Διομήδης, πρεπούσης στρατιώτῃ σκληρῷ καὶ γενναίῳ. ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο.
25
Πεισίστρατος ὅτε τῆς ἀρχῆς ἐγκρατὴς ἐγένετο, μετεπέμπετο τοὺς ἐν ταῖς ἀγοραῖς ἀποσχολάζοντας, καὶ ἐπυνθάνετο τί δή ποτε εἴη τὸ αἴτιον τοῦ ἀλύειν αὐτούς. καὶ ἐπέλεγεν ʽεἰ μέν σοι τέθνηκε ζεῦγος, παρʼ ἐμοῦ λαβὼν ἄπιθι καὶ ἐργάζου· εἰ δὲ ἀπορεῖς σπερμάτων, παρʼ ἐμοῦ σοι γενέσθω,ʼ δεδιὼς μὴ ἡ σχολὴ τούτων ἐπιβουλὴν τέκῃ.
26
Ζήνωνα τὸν Κιτιέα διʼ αἰδοῦς ἄγαν καὶ σπουδῆς ἦγεν Ἀντίγονος ὁ βασιλεύς. καί ποτε οὖν ὑπερπλησθεὶς οἴνου ἐπεκώμασε τῷ Ζήνωνι, καὶ φιλῶν αὐτὸν καὶ περιβάλλων ἅτε ἔξοινος ὢν ἠξίου τι αὐτὸν προστάξαι, ὀμνὺς καὶ νεανιευόμενος σὺν ὅρκῳ μὴ ἀτυχήσειν τῆς αἰτήσεως. ὃ δὲ λέγει αὐτῷ ʽπορευθεὶς ἔμεσον,ʼ σεμνῶς ἅμα καὶ μεγαλοφρόνως τὴν μέθην ἐλέγξας καὶ φεισάμενος αὐτοῦ, μήποτε διαρραγῇ ὑπὸ πλησμονῆς.