Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 8

16 Σόλων ὁ Ἐξηκεστίδου γέρων ἤδη ὢν ὑπώπτευε Πεισίστρατον τυραννίδι ἐπιθήσεσθαι, ἡνίκα παρῆλθεν ἐς τὴν ἐκκλησίαν τῶν Ἀθηναίων καὶ ᾔτει φρουρὰν ὁ Πεισίστρατος. ὁρῶν δὲ τοὺς Ἀθηναίους τῶν μὲν αὐτοῦ λόγων ῥᾳθύμως ἀκούοντας, προσέχοντας δὲ τῷ Πεισιστράτῳ, ἔφη ὅτι τῶν μέν ἐστι σοφώτερος, τῶν δὲ ἀνδρειότερος. ὁπόσοι μὲν μὴ γινώσκουσιν ὅτι φυλακὴν λαβὼν περὶ τὸ σῶμα τύραννος ἔσται, ἀλλὰ τούτων μέν ἐστι σοφώτερος· ὁπόσοι δὲ γινώσκοντες ὑποσιωπῶσι, τούτων ἀνδρειότερός ἐστιν. ὃ δὲ λαβὼν τὴν δύναμιν τύραννος ἦν. καθεζόμενος δὲ Σόλων πρὸ τῆς οἰκίας, τὴν ἀσπίδα καὶ τὸ δόρυ παραθέμενος ἔλεγεν ὅτι ἐξώπλισται καὶ βοηθεῖ τῇ πατρίδι ᾗ δύναται, στρατηγὸς μὲν διὰ τὴν ἡλικίαν οὐκέτι ὤν, εὔνους δὲ διὰ τὴν γνώμην. ὅμως οὖν Πεισίστρατος, εἴτε αἰδοῖ τῇ πρὸς τὸν ἄνδρα καὶ τὴν σοφίαν αὐτοῦ,  εἴτε καὶ μνήμῃ τῶν ἐφʼ ἡλικίας ʽλέγεται γὰρ αὐτοῦ παιδικὰ γενέσθαἰ, οὐδέν γε ἔδρασε κακὸν Σόλωνα. ὁ δʼ οὖν Σόλων ὀλίγῳ ὕστερον ὑπέργηρως ὢν τὸν βίον ἐτελεύτησεν, ἐπὶ σοφίᾳ καὶ ἀνδρείᾳ μεγάλην ἀπολιπὼν δόξαν. καὶ ἀνέστησαν αὐτῷ χαλκῆν εἰκόνα ἐν τῇ ἀγορᾷ· ἀλλὰ καὶ ἔθαψαν αὐτὸν δημοσίᾳ παρὰ τὰς πύλας πρὸς τῷ τείχει ἐν δεξιᾷ ἐσιόντων, καὶ περιῳκοδόμητο αὐτῷ ὁ τάφος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi