Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 8

15 ἐν Χαιρωνείᾳ τοὺς Ἀθηναίους ἡνίκα ἐνίκησεν ὁ Φίλιππος, ἐπαρθεὶς τῇ εὐπραγίᾳ, ὅμως λογισμοῦ ἐκράτησε καὶ οὐχ ὕβρισε· καὶ διὰ ταῦτα ᾤετο δεῖν αὐτὸν ὑπομιμνήσκεσθαι ὑπό τινος τῶν παίδων ἕωθεν ὅτι ἄνθρωπός ἐστι, καὶ προσέταξε τῷ παιδὶ τοῦτο ἔχειν ἔργον. καὶ οὐ πρότερόν φασιν οὔτε αὐτὸς προῄει, οὔτε τις τῶν δεομένων αὐτοῦ παρʼ αὐτὸν ἐσῄει, πρὶν τοῦτο αὐτῷ τὸν παῖδα ἐκβοῆσαι τρίς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi