Kitap 8
9
Ἀρχέλαον τὸν Μακεδόνων τύραννον ʽοὕτω γὰρ καὶ Πλάτων αὐτὸν ὀνομάζει, καὶ οὐ βασιλέἀ τὰ παιδικὰ αὐτοῦ Κρατεύας ἐρασθεὶς τῆς τυραννίδος οὐδὲν ἧττον ἤπερ ἐκεῖνος τῶν παιδικῶν ἠράσθη, ἀπέκτεινε τὸν ἐραστήν, ὡς τύραννός τε καὶ εὐδαίμων ἀνὴρ ἐσόμενος. τρεῖς δὲ ἢ τέτταρας ἡμέρας τὴν τυραννίδα κατασχών, πάλιν αὐτὸς ἐπιβουλευθεὶς ὑφʼ ἑτέρων ἐτελεύτησεν. εἴη δʼ ἂν πρεπωδέστατον ἐπειπεῖν τῷδε τῷ Μακεδονικῷ δράματι τὸ ἔπος ἐκεῖνο τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει. ὅτι διεψεύσατο αὐτῷ φασιν Ἀρχέλαος τῶν θυγατέρων μίαν δώσειν· ὅτε δὲ ἄλλῳ συνῴκισε τὴν παῖδα, ὑπεραγανακτήσας διέφθειρε τὸν Ἀρχέλαον.
10
Σόλωνα αἱρετὸν Ἀθηναῖοι προείλοντο ἄρχειν αὐτοῖς, οὐ γὰρ κληρωτὸν τοῦτον. ἐπεὶ δὲ ᾑρέθη, τά τε ἄλλα ἐκόσμησε τὴν πόλιν, καὶ δὴ καὶ τοὺς νόμους τοὺς νῦν ἔτι φυλαττομένους συνέγραψεν αὐτοῖς. καὶ τότε ἐπαύσαντο Ἀθηναῖοι χρώμενοι τοῖς Δράκοντος· ἐκαλοῦντο δὲ ἐκεῖνοι θεσμοί. μόνους δὲ ἐφύλαξαν τοὺς φονικοὺς αὐτοῦ.
11
οὐδὲν ἔτι θαυμάσομεν εἰ ἡ τῶν ἀνθρώπων φύσις θνητὴ οὖσα καὶ ἐφήμερος φθείρεσθαι αὐτοὺς ἀναγκάζει, ὅπου καὶ τοὺς ποταμοὺς ὁρῶμεν ἐπιλείποντας, καὶ τῶν ὀρῶν δὲ τὰ ὑψηλότατα ἀκούομεν μειούμενα καὶ ἐκεῖνα. τὴν γοῦν Αἴτνην φασὶν οἱ πλέοντες ἐξ ἐλάττονος ὁρᾶν ἢ προτοῦ ἐβλέπετο· τὸ δὲ αὐτὸ τοῦτο καὶ τὸν Παρνασσὸν παθεῖν καὶ τὸν Ὄλυμπον τὸν Πιερικόν. οἱ δὲ ἔτι μᾶλλον δοκοῦντες τὴν τῶν ὅλων φύσιν κατεσκέφθαι λέγουσι καὶ κόσμον διαφθείρεσθαι αὐτόν.