Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 7

20 ἀνὴρ ἐς Λακεδαίμονα ἀφίκετο Χῖος, γέρων ἤδη ὤν, τὰ μὲν ἄλλα ἀλαζών, ᾐδεῖτο δὲ ἐπὶ τῷ γήρᾳ, καὶ τὴν τρίχα πολιὰν οὖσαν ἐπειρᾶτο βαφῇ ἀφανίζειν. παρελθὼν οὖν εἶπεν ἐκεῖνα ὑπὲρ ὧν καὶ ἀφίκετο. ἀναστὰς οὖν ὁ Ἀρχίδαμος ʽτί ἂνʼ ἔφη ʽοὗτος ὑγιὲς εἴποι, ὃς οὐ μόνον ἐπὶ τῇ ψυχῇ τὸ ψεῦδος, ἀλλὰ καὶ ἐπὶ τῇ κεφαλῇ περιφέρει;ʼ καὶ ἐξέωσε τὰ ὑπʼ αὐτοῦ λεχθέντα, διαβάλλων τοῦ Χίου τὸν τρόπον ἐξ ὧν ἑωρᾶτο.
21 οὐκ ἀπηξίου Καῖσαρ ἐπὶ τὰς Ἀρίστωνος θύρας φοιτᾶν, Πομπήιος δὲ ἐπὶ τὰς Κρατίππου. οὐ γὰρ ἐπεὶ μέγα ἐδύναντο ὑπερεφρόνουν τῶν τὰ μέγιστα αὐτοὺς ὀνῆσαι δυναμένων, ἀλλʼ ἐδέοντο αὐτῶν, καίτοι τοσοῦτοι ὄντες τὴν ἀξίωσιν. οὐ γὰρ ἄρχειν, ὡς ἔοικεν, ἀλλὰ καλῶς ἄρχειν ἐβούλοντο.
← Önceki 6 / 6

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi