Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 7

8 ὅτε Ἡφαιστίων ἀπέθανεν, Ἀλέξανδρος ὅπλα αὐτῷ ἐς τὴν πυρὰν ἐνέβαλε, καὶ χρυσὸν καὶ ἄργυρον τῷ νεκρῷ συνέτηξε καὶ ἐσθῆτα τὴν μέγα τιμίαν ἐν Πέρσαις. ἀπέκειρε δὲ καὶ τοὺς πλοκαμοὺς τοὺς ἑαυτοῦ, Ὁμηρικὸν πάθος δρῶν καὶ μιμούμενος τὸν Ἀχιλλέα τὸν ἐκείνου. βιαιότερον δὲ καὶ θερμότερον ἐκείνου ἔδρασεν οὗτος, τὴν τῶν Ἐκβατάνων ἀκρόπολιν περικείρας. μέχρι μὲν οὖν τῆς κόμης τῆς ἑαυτοῦ Ἑλληνικὰ ἐδόκει μοι δρᾶν· ἐπιχειρήσας δὲ τοῖς τείχεσιν, ἀλλʼ ἐνταῦθα ἐπένθει βαρβαρικῶς Ἀλέξανδρος ἤδη, καὶ τὰ κατὰ τὴν στολὴν ἤμειψε, θυμῷ καὶ ἔρωτι ἐπιτρέπων πάντα καὶ δακρύοις. ὅτι Ἡφαιστίων ἐς Ἐκβάτανα ἀπέθανε. διαρρεῖ δὲ λόγος Ἡφαιστίωνι μὲν ταῦτα εὐτρεπισθῆναι νεκρῷ, Ἀλέξανδρον δὲ αὐτοῖς ἀποθανόντα χρήσασθαι· μὴ γὰρ φθάσαι τὸ ἐπὶ τῷ μειρακίῳ τελεσθὲν πένθος, ἐπιλαβεῖν δὲ τὸν τοῦ Ἀλέξάνδρου θάνατον.
9 εἶτα οὐκ ἔστι σωφροσύνη μεγάλη ʽἐμοὶ μὲν δοκεἶ, εἴ γε καὶ ἡ Φωκίωνος γυνὴ τὸ Φωκίωνος ἱμάτιον ἐφόρει, καὶ οὐδὲν ἐδεῖτο οὐ κροκωτοῦ οὐ ταραντινιδίου οὐκ ἀναβολῆς οὐκ ἐγκύκλου οὐ κεκρυφάλου οὐ καλύπτρας οὐ βαπτῶν χιτωνίσκων; ἠμπείχετο δὲ πρώτῃ μὲν τῇ σωφροσύνῃ, δευτέροις γε μὲν τοῖς παροῦσιν.
10 τῇ Ξανθίππῃ δὲ ὁ Σωκράτης, ἐπεὶ οὐκ ἠβούλετο τὸ ἐκείνου ἱμάτιον ἐνδύσασθαι καὶ οὕτως ἐπὶ τὴν θέαν τῆς πομπῆς βαδίζειν, ἔφη ʽὁρᾷς ὡς οὐ θεωρήσουσα θεωρησομένη δὲ μᾶλλον βαδίζεις;ʼ
11 Ῥωμαίων δὲ αἱ πολλαὶ γυναῖκες καὶ τὰ ὑποδήματα ταὐτὰ φορεῖν τοῖς ἀνδράσιν εἰθισμέναι εἰσίν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi