Kitap 6
9
ἐπεὶ καὶ ἐκ τῶν Ὁμήρου ποιημάτων ἧκεν ἐς Δελφοὺς λέγουσα δόξα παλαιόπλουτον εἶναι τὸ τοῦ Ἀπόλλωνος χωρίον ἐν τοῖς ἔπεσιν ἐκείνοις οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ, τοὺς Δελφοὺς ἐπιχειρῆσαι διασκάπτειν λόγος ἔχει τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα, γενομένων δὲ σεισμῶν περὶ τὸ μαντεῖον ἀνδρικῶν παύσασθαι σωφρονήσαντας.
10
Περικλῆς στρατηγῶν Ἀθηναίοις νόμον ἔγραψεν, ἐὰν μὴ τύχῃ τις ἐξ ἀμφοῖν ὑπάρχων ἀστῶν, τούτῳ μὴ μετεῖναι τῆς πολιτείας. μετῆλθε δὲ ἄρα αὐτὸν ἡ ἐκ τοῦ νόμου νέμεσις. οἱ γὰρ δύο παῖδες, οἵπερ οὖν ἤστην αὐτῷ, Πάραλός τε καὶ Ξάνθιππος, ἀλλὰ οὗτοι μὲν κατὰ τὴν νόσον τὴν δημοσίαν ἀπέθανον, κατελείφθη δὲ ὁ Περικλῆς ἐπὶ τοῖς νόθοις, οἵπερ οὖν οὐ μετέσχον τῆς πολιτείας κατὰ τὸν πατρῷον νόμον.
11
Γέλων ἐν Ἱμέρᾳ νικήσας Καρχηδονίους, πᾶσαν ὑφʼ ἑαυτὸν τὴν Σικελίαν ἐποιήσατο. εἶτα ἐλθὼν ἐς τὴν ἀγορὰν γυμνὸς ἔφατο ἀποδιδόναι τοῖς πολίταις τὴν ἀρχήν· οἳ δὲ οὐκ ἤθελον, δηλονότι πεπειραμένοι αὐτοῦ δημοτικωτέρου ἢ κατὰ τὴν τῶν μονάρχων ἐξουσίαν. διὰ ταῦτά τοι καὶ ἐν τῷ τῆς Σικελίας Ἥρας νεῷ ἕστηκεν αὐτοῦ εἰκὼν γυμνὸν αὐτὸν δεικνῦσα, καὶ ὡμολόγει τὴν πρᾶξιν τοῦ Γέλωνος τὸ γράμμα.