Kitap 3
10
περὶ τῶν ἐν Λακεδαίμονι ἐφόρων πολλὰ μὲν καὶ ἄλλα εἰπεῖν καλὰ ἔχω, ἃ δʼ οὖν προῄρημαι, ταῦτα νῦν ἐρῶ. ὅτε τις τῶν παρʼ αὐτοῖς καλῶν πλούσιον ἐραστὴν προείλετο χρηστοῦ πένητος, ἐπέβαλον αὐτῷ χρήματα, κολάζοντες ὡς ἔοικε τὴν φιλοχρηματίαν τῇ τῶν χρημάτων ζημίᾳ. ἄλλον δέ τινα ἄνδρα καλὸν κἀγαθὸν οὐδενὸς ἐρῶντα τῶν καλῶς πεφυκότων καὶ τοῦτον ἐζημίωσαν, ὅτι χρηστὸς ὢν οὐδενὸς ἤρα· δῆλον γὰρ ὡς ὅμοιον ἂν ἑαυτῷ κἀκεῖνον ἀπέφηνεν, ἴσως δʼ ἂν καὶ ἄλλον. δεινὴ γὰρ ἡ τῶν ἐραστῶν πρὸς τὰ παιδικὰ εὔνοια ἀρετὰς ἐνεργάσασθαι, ὅταν αὐτοὶ σεμνοὶ ὦσιν· ἐπεί τοι Λακωνικὸς καὶ οὗτος νόμος, ὅταν ἁμάρτῃ μειράκιον, τῇ μὲν ἀφελείᾳ τοῦ τρόπου καὶ τῷ νεαρῷ τῆς ἡλικίας συγγινώσκουσι, τὸν δὲ ἐραστὴν ὑπὲρ αὐτοῦ κολάζουσιν, ἐπιγνώμονας αὐτοὺς καὶ ἐξεταστὰς ὧν ἐκεῖνοι πράττουσι κελεύοντες εἶναι.
11
οἱ περιπατητικοί φασι μεθʼ ἡμέραν θητεύουσαν τὴν ψυχὴν τῷ σώματι περιπλέκεσθαι καὶ μὴ δύνασθαι καθαρῶς τὴν ἀλήθειαν θεωρεῖν· νύκτωρ δὲ διαλυθεῖσαν τῆς περὶ τοῦτο λειτουργίας καὶ σφαιρωθεῖσαν ἐν τῷ περὶ τὸν θώρακα τόπῳ μαντικωτέραν γίνεσθαι, ἐξ ὧν τὰ ἐνύπνια.