Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 2

20 Ἀντίγονόν φασι τὸν βασιλέα δημοτικὸν καὶ πρᾶον γενέσθαι. καὶ ὅτῳ μὲν σχολὴ τὰ κατʼ αὐτὸν εἰδέναι καὶ αὐτὰ ἕκαστα ἐξετάζειν ὑπὲρ τοῦ ἀνδρός, εἴσεται ἑτέρωθεν· εἰρήσεται δʼ οὖν αὐτοῦ καὶ πάνυ πρᾶον καὶ ἄτυφον ὃ μέλλω λέγειν. ὁ Ἀντίγονος οὗτος ὁρῶν τὸν υἱὸν τοῖς ὑπηκόοις χρώμενον βιαιότερόν τε καὶ θρασύτερον ʽοὐκ οἶσθἀ εἶπεν, ʽὦ παῖ, τὴν βασιλείαν ἡμῶν ἔνδοξον εἶναι δουλείαν;ʼ καὶ τὰ μὲν τοῦ Ἀντιγόνου πρὸς τὸν παῖδα πάνυ ἡμέρως ἔχει καὶ φιλανθρώπως· ὅτῳ δὲ οὐ δοκεῖ ταύτῃ, ἀλλʼ ἐκεῖνός γε οὐ δοκεῖ μοι βασιλικὸν ἄνδρα εἰδέναι οὐδὲ πολιτικόν, τυραννικῷ δὲ συμβιῶσαι μᾶλλον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi