Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 13

24 Λυκοῦργος ὁ ῥήτωρ ἔγραψε μὴ ἐλαύνειν τὰς γυναῖκας ἐν τοῖς μυστηρίοις ἐπὶ ζευγῶν, ἢ τῇ δρώσῃ τοῦτο ἐπηρτῆσθαι ζημίαν, ἥν γε ᾤετο τάξας ἀποχρῶσαν. πρώτη τῷ ψηφίσματι ἠπείθησεν ἡ τούτου γυνή, καὶ τὴν ζημίαν ἐξέτισε καταδικασθεῖσα. καὶ Περικλῆς ἔγραψε μὴ εἶναι Ἀθηναῖον, ὃς μὴ ἐξ ἀμφοῖν γέγονεν ἀστοῖν. εἶτα ἀποβαλὼν τοὺς γνησίους παῖδας ἐπὶ τῷ νόθῳ Περικλεῖ κατελέλειπτο. δῆλα δὲ ὅτι καὶ Περικλῆς ἐβούλετο μὲν ἕτερα, ἔτυχε δὲ ἑτέρων. Κλεισθένης δὲ ὁ Ἀθηναῖος τὸ δεῖν ἐξοστρακίζεσθαι πρῶτος ἐσηγησάμενος, αὐτὸς ἔτυχε τῆς καταδίκης πρῶτος. Ζάλευκος ὁ Αοκρῶν νομοθέτης προσέταξε τὸν μοιχὸν ἁλόντα ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς. ἃ τοίνυν μηδὲ προσεδόκησε, ταῦτα ὁ δαίμων αὐτῷ παρὰ τὴν δόξαν καὶ τὴν ἐλπίδα ἐπήγαγεν· ὁ γάρ τοι παῖς ἁλοὺς ἐπὶ μοιχείᾳ εἶτα ἔμελλε πείσεσθαι τὰ ἐκ τοῦ πατρῴου νόμου. ἐνταῦθα ἵνα μὴ διαφθαρῇ τὸ ἅπαξ κεκυρωμένον, ὑπέμεινεν αὐτὸς ὁ ἐσηγησάμενος ὑπὲρ τοῦ ἑτέρου τῶν τοῦ παιδὸς ὀφθαλμῶν ἀντιδοῦναι τὸν ἑαυτοῦ, ἵνα μὴ ὁ νεανίσκος τυφλωθῇ τελέως.
25 Πίνδαρος ὁ ποιητὴς ἀγωνιζόμενος ἐν Θήβαις ἀμαθέσι περιπεσὼν ἀκροαταῖς ἡττήθη Κορίννης πεντάκις. ἐλέγχων δὲ τὴν ἀμουσίαν αὐτῶν ὁ Πίνδαρος σῦν ἐκάλει τὴν Κόρινναν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi