Kitap 13
43
ὅτι Τιμόθεος ὁ στρατηγὸς Ἀθηναίων πεπίστευτο εὐτυχὴς εἶναι· καὶ ἔλεγον τὴν τύχην αἰτίαν εἶναι, Τιμόθεον δὲ οὐδενός, κωμῳδοῦντες ἐπὶ τῆς σκηνῆς. καὶ οἱ ζωγράφοι δὲ καθεύδοντα ἐποίουν αὐτόν, εἶτα ὑπὲρ τῆς κεφαλῆς ἀπῃώρητο ἑστῶσα ἡ Τύχη ἕλκουσα ἐς κύρτον τὰς πόλεις. πυνθανομένου Θεμιστοκλέους τινὸς κατὰ τί μάλιστα ἥσθη ἐν τῷ βίῳ, ὃ δὲ ἀπεκρίνατο ʽτὸ θέατρον ἰδεῖν Ὀλυμπίασιν ἐπιστρεφόμενον ἐς ἐμὲ ἐς τὸ στάδιον παριόντα.ʼ
44
τοὺς αὐτοὺς ἐπιτρόπους ἔσχε Θεμιστοκλῆς καὶ Ἀριστείδης ὁ Λυσιμάχου, καὶ διὰ ταῦτά τοι καὶ συνετράφησαν καὶ συνεπαιδεύθησαν κοινῷ διδασκάλῳ. ἐστασιαζέτην δὲ ὅμως καὶ ἔτι παῖδες ὄντες, καὶ παρέμενεν αὐτοῖς ἡ φιλονεικία ἀπὸ τῆς πρώτης ἡλικίας καὶ ἐς ἔσχατον γῆρας.
45
ὅτι Διονύσιος τὴν μητέρα διέφθειρε φαρμάκοις· Λεπτίνην δὲ τὸν ἀδελφὸν σῶσαι δυνάμενος ἐν τῇ ναυμαχίᾳ περιεῖδεν ἀπολλύμενον.
46
πόλις ἐστὶ τῆς Ἀχαΐας αἱ Πάτραι. παῖς παρʼ αὐτοῖς δράκοντα μικρὸν ἐπρίατο, καὶ ἔτρεφε μετὰ πολλῆς τῆς κομιδῆς. αὐξηθέντος δὲ αὐτοῦ ἐλάλει πρὸς αὐτὸν ὡς πρὸς ἀκούοντα, καὶ ἤθυρε μετʼ αὐτοῦ καὶ συνεκάθευδεν αὐτῷ. ἐς μέγιστον δὲ μέγεθος ἐλθὼν ὁ δράκων ὑπὸ τῶν πολιτῶν ἐς ἐρημίαν ἀπηλάθη. ὕστερον δὲ ὁ παῖς νεανίας γενόμενος ἀπό τινος θέας ἐπανιών, λῃσταῖς περιπεσὼν μετὰ τῶν συνηλίκων, βοῆς γενομένης ἰδοὺ ὁ δράκων· καὶ τοὺς μὲν διεσκόρπισεν, οὓς δὲ ἀπέκτεινεν, αὐτὸν δὲ περιεσώσατο.