Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 13

40 στρεπτῷ κειμένῳ ἐπὶ τῆς γῆς χρυσοῦ Περσικοῦ ὁ Θεμιστοκλῆς παρεστὼς τῷ παιδὶ εἶπεν ʽοὐκ ἀναιρήσεις, ὦ παῖ, τὸ εὕρημα τόδε;ʼ δείξας τὸν στρεπτόν· ʽοὐ γὰρ σὺ Θεμιστοκλῆς εἶ δήπου.ʼ Ὅτι ἠτίμασαν αὐτόν ποτε Ἀθηναῖοι, εἶτα ἐπὶ τὴν ἀρχὴν αὖθις παρεκάλουν· ὃ δὲ ʽοὐκ ἐπαινῶ τοὺς τοιούτους ἄνδρας, οἵτινες τὴν αὐτὴν ἀμίδα καὶ οἰνοχόην ἔχουσι.ʼ Πρὸς Εὐρυβιάδην τὸν Λακεδαιμόνιον ἔλεγέ τι ὑπεναντίον, καὶ ἀνέτεινεν αὐτῷ τὴν βακτηρίαν. ὃ δὲ ʽπάταξον μέν, ἄκουσον δέ.ʼ ᾔδει δὲ ὅτι ἃ μέλλει λέγειν τῷ κοινῷ λυσιτελεῖ.
41 ὀδυρομένου τινὸς τῶν μετὰ Φωκίωνος μελλόντων ἀποθνήσκειν εἶπεν ὁ Φωκίων ʽεἶτα οὐκ ἀγαπᾷς, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθνήσκων;
42 Ἐπαμεινώνδας ἔφευγε δίκην θανάτου ἐπανελθὼν ἐκ τῆς Λακωνικῆς, ὡς ἐπιβαλὼν τῇ βοιωταρχίᾳ τέτταρας μῆνας παρὰ τὸν νόμον. τοὺς μὲν οὖν συνάρχοντας ἐκέλευσεν ἐς αὐτὸν τὴν αἰτίαν ἀναφέρειν ὡς ἐκβιασθέντας, αὐτὸς δὲ παρελθὼν ἐς τὸ δικαστήριον οὐκ ἔφη βελτίονας ἔχειν τῶν ἔργων τοὺς λόγους· εἰ δὲ μή, ἠξίου ἀποκτείνειν αὐτόν, ἐπιγράψαι μέντοι τῇ στήλῃ ὅτι μὴ βουλομένους Θηβαίους ἠνάγκασεν Ἐπαμεινώνδας τὴν μὲν Λακωνικὴν πυρπολῆσαι πεντακοσίοις ἐνιαυτοῖς ἀδῄωτον οὖσαν, οἰκίσαι δὲ Μεσσήνην δι’ ἐτῶν τριάκοντα καὶ διακοσίων, συντάξαι δὲ καὶ συναγαγεῖν ἐς ταὐτὸν Ἀρκάδας, ἀποδοῦναι δὲ τοῖς Ἕλλησι τὴν αὐτονομίαν. καὶ ἀφῆκαν αὐτὸν αἰδεσθέντες οἱ δικασταί. ἐπανελθόντα δὲ αὐτὸν ἐκ τοῦ δικαστηρίου Μελιταῖον κυνίδιον ἔσαινε. διὸ πρὸς τοὺς παρόντας εἶπε ʽτοῦτο μὲν ἀποδίδωσιν εὐεργεσίας μοι χάριν, Θηβαῖοι δὲ πολλάκις ὑπʼ ἐμοῦ εὖ παθόντες ἔκρινάν με θανάτου.ʼ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi