Kitap 12
25
Ὤνηντο ἄρα καὶ Ὀδυσσεὺς Ἀλκίνου καὶ Ἀχιλλεὺς Χείρωνος καὶ Πάτροκλος Ἀχιλλέως καὶ Ἀγαμέμνων Νέστορος καὶ Τηλέμαχος Μενέλεω καὶ Ἕκτωρ Πολυδάμαντος, ἐν οἷς αὐτῷ προσεῖχε, καὶ οἱ Τρῶες Ἀντήνορος. καὶ οἱ Πυθαγόρειοι μὲν ὁμιληταὶ Πυθαγόρου ὤνηντο, οἱ Δημοκρίτειοι δὲ συγγενόμενοι Δημοκρίτῳ πολλῶν ἀπήλαυσαν. Σωκράτει δὲ εἰ προσεῖχον οἱ Ἀθηναῖοι, πάντα ἂν ἐγένοντο εὐδαίμονες. καὶ Ἱέρων δὲ ὁ Δεινομένους Σιμωνίδου τοῦ Κείου ἀπήλαυσε καὶ Πολυκράτης Ἀνακρέοντος, καὶ Ξενοφῶντος Πρόξενος καὶ Ἀντίγονος Ζήνωνος. ἵνα δὲ καὶ τῶν ἐμοὶ προσηκόντων οὐδὲν ἧττον ἤπερ καὶ οἱ Ἕλληνες προσήκουσι μεμνῶμαι ʽδιαφέρει δέ μοι καὶ τούτων, εἴ γε Ῥωμαῖός εἰμἰ, καὶ Λεύκολλος Ἀντιόχου τι ὤνητο τοῦ Ἀσκαλωνίτου καὶ Μαικήνας Ἀρείου καὶ Κικέρων Ἀπολλωνίου καὶ ὁ Σεβαστὸς Ἀθηνοδώρου. Πλάτων δὲ ἐμοῦ καίτοι σοφώτερος ὢν λέγει ὅτι καὶ Ζεὺς εἶχε σύμβουλον· τίνα δὲ καὶ ὅπως, παρʼ ἐκείνου μανθάνωμεν.
26
Ποτίστατοι γεγόνασιν ἄνθρωποι ὥς φασι Ξεναγόρας ὁ Ῥόδιος, ὃν ἐκάλουν Ἀμφορέα, καὶ Ἡρακλείδης ὁ πύκτης, καὶ Πρωτέας ὁ Λανίκης μὲν υἱός, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως σύντροφος. καὶ αὐτὸς δὲ Ἀλέξανδρος λέγεται πλεῖστον πιεῖν ἀνθρώπων.
27
ἡμερώτατά φασι τὸν Ἡρακλῆ προσενεχθῆναι τοῖς ἑαυτοῦ πολεμίοις· πρῶτον γὰρ τῶν ἐξ αἰῶνος νεκροὺς ὑποσπόνδους ἀποδοῦναι ταφησομένους, εἰωθότων τῶν τότε ὀλιγωρεῖν τῶν ἀνῃρημένων καὶ ἀπολείπειν αὐτοὺς κυνῶν δεῖπνον εἶναι.