Kitap 12
52
Ἰσοκράτης ὁ ῥήτωρ ἔλεγεν ὑπὲρ τῆς Ἀθηναίων πόλεως ὁμοίαν εἶναι ταῖς ἑταίραις. καὶ γὰρ τοὺς ἁλισκομένους ὑπὸ τῆς ὥρας αὐτῶν βούλεσθαι συνεῖναι αὐταῖς, ὅμως δὲ μηδένα εὐτελῶς οὕτω παραφρονεῖν, ὡς ὑπομεῖναι ἂν συνοικῆσαί τινι αὐτῶν. καὶ οὖν καὶ τὴν Ἀθηναίων πόλιν ἐνεπιδημῆσαι μὲν εἶναι ἡδίστην, καὶ κατά γε τοῦτο πασῶν τῶν κατὰ τὴν Ἑλλάδα διαφέρειν· ἐνοικῆσαι δὲ ἀσφαλῆ μηκέτι εἶναι. ᾐνίττετο δὲ διὰ τούτων τοὺς ἐπιχωριάζοντας αὐτῇ συκοφάντας καὶ τὰς ἐκ τῶν δημαγωγούντων ἐπιβουλάς.
53
ἐμὲ δὲ οὐ λέληθεν ὅτι τῶν μεγίστων πολέμων αἱ ἀρχαὶ δοκοῦσί πως εὐκαταφρόνητοι γεγονέναι. τὸν μὲν γὰρ Περσικὸν ἐκ τῆς Μαιανδρίου τοῦ Σαμίου πρὸς Ἀθηναίους διαφορᾶς τὴν ἀρχὴν λαβεῖν φασι, τόν γε μὴν Πελοποννήσιον διὰ τὸ κατὰ Μεγαρέων πινάκιον, τὸν δὲ ἱερὸν καλούμενον ἐκ τῆς ἐσπράξεως τῶν δικῶν τῶν Ἀμφικτυόνων, τὸν δὲ κατὰ Χαιρώνειαν, φιλονεικησάντων Ἀθηναίων πρὸς Φίλιππον καὶ λαβεῖν οὐ θελησάντων.
54
Ἀλέξανδρον Ἀριστοτέλης ὀργιζόμενον πρἁ??ʼναι βουλόμενος καὶ παῦσαι χαλεπαίνοντα πολλοῖς, ταυτὶ πρὸς αὐτὸν γέγραφεν ʽὁ θυμὸς καὶ ἡ ὀργὴ οὐ πρὸς ἥττους, ἀλλὰ πρὸς τοὺς κρείττονας γίνεται· σοὶ δὲ οὐδεὶς ἴσος.ʼ Ἀριστοτέλης τὰ δέοντα συμβουλεύων Ἀλεξάνδρῳ πολλοῖς ὠφέλημα γέγονεν, ἐξ ὧν καὶ τὴν πατρίδα κατῴκισε κατεσκαμμένην ὑπὸ τοῦ Φιλίππου.