Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 9

16 ὅταν ἀποδύσηται τὸ γῆρας ὁ ὄφις ʽὑπαρχομένου δὲ τοῦ ἦρος δρᾷ τοῦτὀ, ἐνταῦθά τοι καὶ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν καὶ τὸ ἀμβλὺ τῆς ὄψεως ῥύπτεται καὶ ἐκεῖνο ὡς γῆρας ὀφθαλμῶν, τῷ δὲ μαράθῳ ὑποθήγων τε καὶ παραψήχων τὸ ὄμμα ἑκάτερον, εἶτα ἐξάντης τοῦδε τοῦ πάθους γίνεται. ἀμβλυώττει δὲ ἄρα διὰ τοῦ χειμῶνος φωλεύσας ἐν μυχῷ καὶ σκότῳ. οὐκοῦν μαλκίουσαν ἐκ τῶν κρυμῶν τοῦ ζῴου τὴν ὄψιν ὑποθερμαῖνον τὸ μάραθον καθαίρει, καὶ ὀξυωπέστερον ἀποφαίνει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi