Kitap 9
61
λέγεται δὲ τὰ ἴχνη καὶ τὰ γνωρίσματα τῶν τῆς ἀσπίδος δηγμάτων μὴ πάνυ τι εἶναι δῆλα καὶ εὐσύνοπτα. καὶ τὸ αἴτιον ἐκεῖνο εἶναι πυνθάνομαι. ὀξύτατόν ἐστι τὸ ἐξ αὐτῆς φάρμακον καὶ διαδραμεῖν ὤκιστον. οὐκοῦν ἣ μὲν ἐνέφυ, τὸ δὲ οὐκ ἐπιπολεύει, ἀλλὰ ἐς τοὺς ἔσω πόρους κατολισθάνει, καὶ τῆς μὲν ἐπιφανείας καὶ τοῦ χρωτὸς τοῦ ὑπὸ τὴν ὄψιν ἀφανίζεται, ὠθεῖται δὲ ἔνδον. ἔνθεν τοι καὶ τῆς Κλεοπάτρας ὁ θάνατος τοῖς ἀμφὶ τὸν Σεβαστὸν οὐ πάνυ τι ῥᾳδίως ἐγνώσθη ἀλλὰ ὀψέ, δύο κεντημάτων καὶ μάλα γε δυσθεάτων καὶ δυσθηράτων ὀφθέντων, διʼ ὧν ἐφωράθη τὸ τοῦ θανάτου αἴνιγμα. ἄλλως τε καὶ ἴχνη τοῦ τῆς ἀσπίδος σύρματος ἐφάνη, πρόδηλα τοῖς ἔχουσι τῆς τούτων κινήσεως τῶν ζῴων τὴν ἱστορίαν ὄντα.
62
Πομπηίου Ῥούφου Ῥωμαίοις ἀγορανομοῦντος ἐν Παναθηναίοις φαρμακοτρίβης ἀνὴρ καὶ τῶν τοὺς ὄφεις ἐς τὰ θαύματα τρεφόντων, ἑτέρων ὁμοτέχνων παρεστώτων πολλῶν, ἀσπίδα κατὰ τοῦ βραχίονος προσάγει ἐς ἔλεγχον αὐτοῦ τῆς σοφίας καὶ ἐδήχθη. εἶτα τῷ στόματι ἐξεμύζησε τὸ κακόν. ὕδωρ δὲ οὐκ ἐπιρροφήσας, οὐ γὰρ παρῆν, καίτοι παρεσκευασμένον οἱ ʽἀνετέτραπτο δὲ ἐξ ἐπιβουλῆς τὸ σκεῦοσʼ, οἷα μὴ ἐκκλύσας τὸν ἰὸν μηδὲ ἀπορρυψάμενος, τὸν βίον κατέστρεψε μετὰ ἡμέραν οἶμαι δευτέραν, οὐκ ἀλγῶν οὐδὲ ἕν, τοῦ μέντοι κακοῦ ἡσυχῆ διασήψαντος αὐτοῦ τὰ οὖλα καὶ τὸ στόμα.