Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 9

36 ἦν δὲ ἄρα πέτραις ἠθὰς καὶ ἐν ταύταις νεμόμενος γένος κεστρέως ἰχθύς, καὶ ἰδεῖν ξανθός ἐστι. διαρρεῖ δὲ ἄρα ὑπὲρ αὐτοῦ διπλοῦν ὄνομα· οἳ μὲν γὰρ ἄδωνιν καλοῦσιν, οἳ δὲ ἐξώκοιτον. ὅταν γάρ τοι τὸ κῦμα ἐν τοῖς ὑπευδίοις καὶ γαληνοῖς πραϋνθῇ, τηνικαῦτα ἑαυτὸν ἐξοκέλλει, τοῦ κύματος ἐποχούμενος τῇ ὁρμῇ, καὶ κατὰ τῶν πετρῶν ἁπλοῖ, καὶ καθεύδει βαθὺν καὶ εἰρηναῖον εὖ μάλα τὸν ὕπνον. καὶ ἐκ μὲν τῶν ἄλλων ἁπάντων ἔνσπονδα ὥς ἐστίν οἱ καλῶς οἶδε, πέφρικε δὲ τοὺς ὄρνιθας ὅσοι θαλάττης ἔντροφοι καί εἰσι καὶ νομίζονται. ἐὰν οὖν ἐκείνων ἐπιφανῇ τις, ὃ δὲ ἀναπάλλεται καὶ πηδᾷ χορείᾳ τινὶ φυσικῇ καὶ ὀρχήσει ὡς ἂν εἴποις μάλα ἀπορρήτῳ, ἔστʼ ἂν ἀπὸ τῆς πέτρας ἐξαλλόμενος εἶτα ἐμπεσὼν τοῖς κύμασι σωθῇ. Ἄδωνιν δʼ ἐθέλουσι λέγειν αὐτόν, ἐπεὶ καὶ γῆν καὶ θάλατταν ἔχει φίλην, τῶν πρώτων ἐμοὶ δοκεῖν θεμένων τὸ ὄνομα αἰνιξαμένων ἐς τὸν τοῦ Κινύρου παιδὸς βίον τὸν διῃρημένον δύο δαίμοσι, τῆς μὲν ὑπὸ γῆς, τῆς δὲ ἄνω γῆς ἐρώσης αὐτοῦ.
37 φυτοῦ ἑτέρου κλάδος ἐπιφύεται πρέμνῳ, προσήκων οἱ μηδὲ ἓν πολλάκις. τὸ δὲ αἴτιον Θεόφραστος λέγει, φυσικώτατα ἀνιχνεύσας ὅτι τὰ ὀρνύφια τὴν ἄνθην τῶν δένδρων σιτούμενα εἶτα ἐπὶ τοῖς φυτοῖς καθήμενα τὰ περιττὰ ἀποκρίνει. οὐκοῦν τὸ σπέρμα ταῖς κοιλάσι καὶ ταῖς ὀπαῖς αὐτῶν καὶ τοῖς σηραγγώδεσιν ἐμπῖπτον καὶ ἐπαρδόμενον τοῖς ὄμβροις τοῖς ἐξ οὐρανοῦ, εἶτα ἀναφύει ἐκεῖνα ἐξ ὧν ἐβλάστησεν. οὕτω τοι καὶ ἐν ἐλαίᾳ συκῆν κατανοήσεις, καὶ ἐν ἄλλῳ ἄλλο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi