Kitap 8
9
κύων ὑπὸ πλήθους ὀχλούμενος οἶδε πόαν ἐν ταῖς αἱμασιαῖς φυομένην, ἧσπερ οὖν γευσάμενος ἐμεῖ πᾶν τὸ λυποῦν μετὰ φλέγματος καὶ χολῆς, ὑποχωρεῖ δὲ αὐτῷ καὶ τῶν σκυβάλων πάμπολλα, καὶ πορίζει σωτηρίαν ἑαυτῷ, δεηθεὶς ἰατρῶν συμμάχων οὐδὲ ἕν. καὶ μελαίνης μέντοι χολῆς ἐκκρίνει πλῆθος, ἥπερ οὖν μείνασα λύτταν ἐργάζεται κυσὶ νόσημα ἀργαλέον. ἑλμίνθων δὲ πεπληρωμένοι τοῦ σίτου τοὺς ἀθέρας ἐσθίουσιν, ὡς Ἀριστοτέλης λέγει. τρωθέντες δὲ ἔχουσι τὴν γλῶτταν φάρμακον, ᾗπερ οὖν περι· λιχμώμενοι τὸ τρωθὲν μέρος ἐς ὑγίειαν ἐπανάγουσιν, ἐπίδεσμα καὶ σπληνία καὶ κράσεις φαρμάκων μακρὰν χαίρειν εἰπόντες. κύνα δὲ καὶ ἐκεῖνο οὐ διαλέληθεν, ὅτι ἄρα τῆς μελίας ὁ καρπὸς τοὺς μὲν ὗς πιαίνει, αὐτῷ δὲ ἄλγημα ἰσχίου προξενεῖ· καὶ ὁρῶν ἐμφορουμένην τοῦ προειρημένου τὴν ὗν, ἀφίσταται αὐτῇ πάνυ ἐγκρατῶς καὶ τοῦ δοκοῦντος ἡδέος. ἄνθρωποι