Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 8

5 καὶ τοὺς ὀδόντας σφίσι καθαιρόντων καὶ τὰ ἐσδυόμενα τῶν σαρκίων ἐξαιρούντων. ἤδη μέντοι καὶ μαντικῆς μετειληχέναι τοὺς προειρημένους κροκοδείλους Αἰγύπτιοί φασι, καὶ τὸ μαρτύριον ἐκεῖνο προάγονται. Πτολεμαίου ʽὁπόστος δὲ ἦν οὗτος ἐκείνους ἔρεσθἐ καλοῦντος τὸν πραότατον τῶν κροκοδείλων μὴ ὑπακοῦσαί φασι καὶ τροφὰς ὀρέγοντος μὴ προσίεσθαι· συνεῖναι δὲ τοὺς ἱερέας ὅτι τὸ τέλος τῷ Πτολεμαίῳ προσιὸν εἰδὼς ὁ κροκόδειλος εἶτα μέντοι τὴν ἐξ αὐτοῦ τροφὴν ἠτίμασε λαβεῖν. οἰωνοῖς μαντευομένους ἀκούω τινὰς καὶ ἐπʼ ὄρνισι καθημένους ἐξετάζειν πτήσεις τε αὐτῶν καὶ ἕδρας. καὶ ᾅδονταί γε ἐπὶ ταύτῃ τῇ σοφίᾳ Τειρεσίαι τε καὶ Πολυδάμαντες καὶ Πολύειδοι καὶ Θεοκλύμενοι καὶ ἄλλοι πολλοί. σπλάγχνων δὲ ἄρα θέσεις καταγνῶναι δεινοὶ ἦσαν καὶ Σιλανοὶ καὶ Μεγιστίαι καὶ Εὐκλεῖδαι καὶ ἐπὶ τούτοις πολὺς κατάλογος. ἀκούω μέντοι τινῶν λεγόντων ὅτι καὶ ἀλφίτοις μαντεύονταί τινες καὶ κοσκίνοις καὶ τυρίσκοις. πέπυσμαι δὲ καὶ κώμην τινὰ Λυκιακὴν μεταξὺ Μύρων καὶ Φελλοῦ, Σοῦρα ὄνομα, ἐν ᾗ μαντεύονταί τινες ἐπʼ ἰχθύσι καθήμενοι, καὶ ἴσασιν ὅ τι καὶ νοεῖ ἥ τε ἄφιξις αὐτῶν κληθέντων καὶ ἡ ἀναχώρησις, καὶ ὅταν μὴ ὑπακούσωσι τί δηλοῦσι, καὶ ὅταν ἔλθωσι πολλοὶ τί σημαίνουσιν. ἀκούσει δὲ τὰ μαντικὰ τῶν σοφῶν ταῦτα καὶ πηδήσαντος ἰχθύος καὶ ἀναπλεύσαντος ἐκ βυθοῦ καὶ τροφὴν προσεμένου καὶ αὖ πάλιν μὴ λαβόντος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi