Kitap 8
25
ἀνωτέρω εἶπον ἣν οἱ τροχίλοι κατατίθενται ἐς τοὺς κροκοδείλους εὐεργεσίαν, ἧσπερ ἐν τοῖς Αἰγυπτίοις μέμνηται καὶ Ἡρόδοτος λόγοις· ὃ δὲ οὐκ εἶπον εἰδώς, τοῦτο εἰρήσεται νῦν, ἵνα καὶ ἄλλος μάθῃ. ὁ μὲν τροχίλος ὄρνις ἐστὶ τῶν ἑλείων εἷς, καὶ παρὰ τὰς ὄχθας τῶν ποταμῶν ἀλᾶται καὶ ὅ τι ἂν τύχῃ παρεκλέγων βόσκεται, τρέφει δὲ αὐτὸν καὶ ὁ κροκόδειλος οἷς εἶπον. καὶ ἐκεῖνος αὐτὸν ἀμείβεται καθεύδοντος προμηθῶς ἔχων καὶ ὑπεραγρυπνῶν αὐτοῦ· κειμένῳ μὲν γὰρ καὶ ὑπνώττοντι ἐπιβουλεύει ὁ ἰχνεύμων, καὶ ἐμφὺς τῇ δέρῃ πολλάκις ἀπέπνιξεν αὐτόν· ἀλλʼ ὅ γε τροχίλος βοᾷ, καὶ παίει κατὰ τῆς ῥινὸς αὐτόν, καὶ ἀνίστησι καὶ πρὸς τὸν ἐχθρὸν ὑποθήγει. εἰ μὲν οὖν χρὴ τὸν ὄρνιν ἐπαινεῖν οὕτως ἔχοντα φροντιστικῶς ζῴου παμβόρου καὶ ἀδηφάγου, εἰσόμεθα· τὸ δʼ οὖν ἴδιον τῶνδε τῶν ζῴων εἶπον.
26
ἡ τρυγὼν ʽοὔ φημι νῦν τὴν ὑπαέριον, ἀλλὰ τὴν ἐν τῇ θαλάττᾐ ὅτε βούλεται, νήχεται, καὶ αὖ πάλιν ἀρθεῖσα πέτεται. ἔχει δὲ κέντρον, οὗ καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, θανατηφόρον. τὸ μὲν οὖν κεντεῖν καὶ ζῷα ἄλογα καὶ ἀνθρώπους καὶ παραχρῆμα ἀπολλύναι, οὔπω παράδοξόν ἐστιν· ὃ δὲ ἄξιον ἐκπεπλῆχθαι, τοῦτο εἰρήσεται. δένδρῳ τῷ μεγίστῳ καὶ πάνυ εὐθαλεῖ καὶ εὐερνεῖ καὶ λίαν τεθηλότι τὴν χλόην εἰ προσαγάγοις τὸ κέντρον καὶ νύξειας τὸ δένδρον, οὐ μετὰ μακρὸν ἐκβάλλει τὰ φύλλα· καὶ ἐκείνων καταρρεόντων ἐς τὴν γῆν τὸ πᾶν πρέμνον αὐαίνεται καὶ ἔοικεν ἡλιοβλήτῳ.