Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 8

23 ἀστακὸν εἰ λάβοις καὶ πορρωτάτω κομίσειας, σημεῖον καταλιπὼν ἔνθεν αὐτὸν τεθήρακας, εὑρήσεις τὸν αὐτὸν ἐνταῦθα, ὅθεν καὶ συνείληπται. λέγω δέ, εἰ παρὰ τὴν θάλατταν κομίσας εἶτα καταθεῖο αὐτόν που πλησίον, ὡς ἑρπύσαι δυνηθῆναι ἐς τὴν θάλατταν.
24 Ἀγρεὺς τὸ ὄνομα, τὴν φύσιν πτηνός, τὸ γένος κοσσύφων φράτωρ, μέλας τὴν χρόαν, μουσικὸς τὴν γλῶτταν. κέκληται δὲ ἀγρεύς, καὶ δικαίως· τῷ γάρ τοι μέλει τῶν ἄλλων ὀρνέων αἱρεῖ τὰ ἁπαλὰ προσπετόμενα τῇ τῆς εὐμουσίας θέλξει. εἰδὼς οὖν τὸ συμφυὲς αὐτῷ πλεονέκτημα, ἔοικε χρῆσθαι τῷ παρὰ τῆς φύσεως δώρῳ ἐς ἡδονὴν ἅμα καὶ τροφήν· ἀκούων μὲν γὰρ ἑαυτοῦ εὐφραίνεται, θηρῶν δὲ τὰ προσιόντα ἐμπίπλαται. τοῦτον εἴ τίς ποτε ἐθήρασε καὶ ἐν οἰκίσκῳ καθεῖρξεν, οὐδὲν αὐτῷ πλέον τὸ τῆς σπουδῆς· ἔχει γὰρ ἄφωνον ὄρνιν, ὥσπερ οὖν τὸν θηράσαντα ὑπὲρ τῆς δουλείας ἀμυνόμενον τῇ σιωπῇ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi