Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 8

21 μεταβάλλει δὲ τὰς χρόας τὰ πρόβατα ἐκ τῆς περὶ τὸ πῶμα ἀλλαγῆς κατὰ τὴν τῶν ποταμῶν ἰδιότητα· ἡ δὲ ὥρα τοῦ ἔτους, καθʼ ἣν ἀπαντᾷ τοῦτο αὐτοῖς, ὁ τῆς μίξεως καιρός ἐστιν. γίνεται οὖν καὶ ἐκ λευκῶν μέλανα, καὶ ἔμπαλιν τρέπει τὴν χρόαν. φιλεῖ δέ πως ταῦτα γίνεσθαι περί τε τὸν ἐν Ἀντανδρίᾳ ποταμὸν καὶ τὸν ἐν Θρᾴκῃ, οὗ τὸ ὄνομα ἐροῦσιν οἱ πάροικοι Θρᾷκες. ὁ δὲ ἐν Τροίᾳ Σκάμανδρος ἐπεὶ ξανθὰς ἀποφαίνει πινούσας τὰς οἶς, πρὸς τῷ Σκαμάνδρῳ τῷ ἐξ ἀρχῆς ἄλλο ὄνομα ἡ τῶν προβάτων ἐπίκτητος χρόα ἔθετο αὐτῷ τὸ Ξάνθου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi