Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 8

19 ἡ ὗς γνωρίζει τοῦ συβώτου τὴν φωνήν, καὶ ὑπακούει καλοῦντος, κἂν ᾖ πλανηθεῖσα· πλησίον δὲ τούτου τὸ μαρτύριον. τῇ γῇ τῇ Τυρρηνίδι κακοῦργοι ναῦν λῄστειραν προσέσχον, καὶ προσανελθόντες αὐλίῳ περιτυγχάνουσι, καὶ ἦν συβωτῶν τὸ αὔλιον, καὶ εἶχε πολλὰς ὗς. ταύτας οὖν συλλαβόντες ἐς τὴν ναῦν ἐνέβαλον, καὶ ἀπολύσαντες τὰ πείσματα εἴχοντο τοῦ πλοῦ. οἱ τοίνυν συβῶται παρόντων μὲν τῶν λῃστῶν ἡσύχαζον, ἐπεὶ δὲ ἔτυχον τῆς γῆς ἀποσαλεύσαντες, ὅσσον τε γέγωνε βοήσας, ἐνταῦθά τοι τὰς σῦς τῇ συνήθει βοῇ ὀπίσω παρὰ σφᾶς ἀπεκάλουν οἱ συβῶται. αἳ δὲ ὡς ἤκουσαν, ἐπὶ θάτερα τοῦ πλοίου ἑαυτὰς συνώσασαι ἀνέτρεψαν αὐτό. καὶ οἱ μὲν κακοῦργοι παραχρῆμα διεφθάρησαν, αἱ δὲ ὗς παρὰ τοὺς ἑαυτῶν δεσπότας ἀπενήξαντο.
20 ζηλότυπον δὲ εἶναι καὶ τὸν πελαργόν φασιν. ἐν γοῦν Κραννῶνι τῆς Θετταλίας Ἀλκινόην ὄνομα γυναῖκα ὡραίαν ὁ γήμας ἀπολιπὼν οἴκοι ἔς τινα ἐστείλατο ἀποδημίαν. ἡ τοίνυν Ἀλκινόη ὡμίλει τῶν θεραπόντων τινί. τοῦτο συνιδὼν ὁ πελαργὸς ὁ οἰκέτης οὐχ ὑπέμεινεν, ἀλλὰ ἐτιμώρησε τῷ δεσπότῃ. προσπηδῶν γοῦν ἐπήρωσε τῆς ἀνθρώπου τὴν ὄψιν. ἀνωτέρω μὲν ἐμνήσθην πορφυρίωνος ζηλοτυπίας εἶτα κυνὸς τοιούτου, νῦν γε μὴν πελαργοῦ τὰ ἴσα ἐκείνοις ἐς νοσοῦντα γάμον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi