Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 8

18 ἐγγραύλεις, οἳ δὲ ἐγκρασιχόλους καλοῦσιν αὐτάς, προσακήκοά γε μὴν καὶ τρίτον ὄνομα αὐτῶν, εἰσὶ γὰρ οἳ καὶ λυκοστόμους αὐτὰς ὀνομάζουσιν. ἔστι δὲ μικρὰ ἰχθύδια, καὶ πολύγονα φύσει, λευκότατα ἰδεῖν. ἐσθίουσί γε μὴν μάλιστα οἱ ἀγελαῖοι τῶν ἰχθύων αὐτά. δείσαντα οὖν συνθεῖ πρὸς ἄλληλα, καὶ ἐχόμενον τοῦ πλησίον ἕκαστον τῇ σφίγξει τὸ ῥᾳδίως ἐπιβουλεύεσθαι διαπέφευγε. τοσαύτη δὲ ἄρα αὐτῶν ἡ ἕνωσις γίνεται συνδραμόντων, ὡς καὶ πορθμίδας ἐπιθεούσας μὴ διασχίζειν αὐτά· καὶ μέντοι καὶ κώπην ἢ κοντὸν εἴ τις αὐτῶν διεῖναι θελήσειε, τὰ δὲ οὐ διαξαίνεται, ἀλλὰ ἔχεται ἀλλήλων ὡς συνυφασμένα. καθεὶς δὲ τὴν χεῖρα ὡς ἐκ σωροῦ πυρῶν ἢ κυάμων λάβοις ἂν βιαίως ἀποσπάσας, ὡς καὶ διασπᾶσθαι πολλάκις, καὶ τὰ. μὲν ἡμίτομα τῶν ἰχθυδίων λαμβάνεσθαι, τὰ δὲ ὑπολείπεσθαι. καὶ γὰρ τὸ μὲν οὐραῖον καθέξεις, μένει δὲ σὺν τοῖς ἄλλοις ἡ κεφαλή· ἢ κεφαλὴν κομιεῖς οἴκαδε, μένει δὲ ἐν τῇ θαλάττῃ τὸ λοιπόν. καλεῖται δὲ αὐτῶν ἡ πυκνή τε καὶ συνεχὴς νῆξις βόλος, καὶ πεντήκοντα ἁλιάδας πολλάκις ἐπλήρωσεν εἷς βόλος, ὥς φασιν οἱ θαλαττουργοί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi