Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 7

46 Μιθριδάτης ὁ Ποντικὸς τὴν ἑαυτοῦ φρουρὰν καθεύδων ἐπίστευεν ἧττον καὶ τοῖς ὅπλοις καὶ τοῖς δορυφόροις, καὶ διὰ τοῦτο ἡμερωθέντας εἶχε φύλακας ταῦρον καὶ ἵππον καὶ ἔλαφον. καθεύδοντα οὖν ἐφρούρουν αὐτὸν οἵδε οἱ θῆρες, εἴ τις προσίοι τάχιστα ἐκ τῆς ἀναπνοῆς αἰσθανόμενοι. καὶ ὃ μὲν τῷ μυκήματι, ὃ δὲ τῷ χρεμετίσματι, ὃ δὲ τῇ μηκῇ διύπνιζον αὐτόν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi