Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 7

3 ζῷον ἔστι Παιονικόν, καὶ κέκληται μόνωψ, καὶ ἔοικε ταύρῳ λασίῳ τὸ μέγεθος. οὗτος οὖν ὅταν διώκηται, ταραττόμενος ἀφίησι πυρῶδες καὶ δριμὺ ἀποπάτημα, ὡς ἀκούω, ὅπερ οὖν εἰ προσπέσοι τῳ τῶν θηρατῶν ἀπέκτεινεν αὐτόν.
4 ἴδιον δὲ ἦν ἄρα ταύρου καὶ τὸ εὐπειθές, ἡμερωθέντος τε καὶ ἐς τὸ πρᾶον ἐκ τοῦ θηριώδους μεταβαλομένου. μένουσι γοῦν καὶ ἐπὶ τῶν φερέτρων ἀκίνητοι, εἴτε ὑπτίους αὐτοὺς ἐθέλοις ἀτρεμεῖν εἴτε ἐπὶ στόμα, ὀκλάσαντας τοὺς προσθίους καὶ ἐπὶ τοῦ τένοντος φέροντας ἢ παῖδα ἢ κόρην. ὄψει δὲ ἄρα ταῦρον καὶ ἐπὶ τοῖς νώτοις γυναῖκα ἄγοντα, καὶ μετέωρον ἑστῶτα ἐπὶ τῶν κατόπιν σκελῶν, καὶ τὸ πᾶν σῶμα ἐφʼ ὅτου δὴ κούφως ἐρείσαντα. εἶδον δὲ ἐπὶ ταύροις καὶ ὀρχουμένους καὶ ἀκινήτους ἐκείνους καὶ ἀτρέπτους ἑστῶτας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi