Kitap 7
33
τοὺς ἐχίνους ὁ κλύδων κυλίων ἐς τὰ ἔξω καὶ προσαράττων τῷ ξηρῷ τῆς θαλάττης βιαιότατα ἐκβάλλει. τοῦτο τοίνυν ἐκεῖνοι δεδιότες, ὅταν αἴσθωνται φρίττον τὸ κῦμα καὶ μέλλον ἁδρότερον ὑπανίστασθαι, ταῖς ἀκάνθαις ἀναιροῦνται λιθίδια, ὅσα εὔκολά ἐστι φέρειν αὐτοῖς, καὶ ἔχουσιν ἕρμα, καὶ οὐ ῥᾳδίως κυλίονται, οὐδὲ πάσχουσιν ὃ δεδοίκασιν.
34
ἡ πορφύρα λίχνον ἐστὶν ἰσχυρῶς, καὶ ἔχει γλῶτταν προμηκεστέραν, καὶ διείρει διὰ παντὸς οὗπερ ἂν καὶ δύνηται, καὶ διὰ ταύτης ἕλκει ὅσα ἐσθίει, καὶ διὰ ταύτης δὲ ἁλίσκεται. καὶ ὁ τρόπος τῆς θήρας ἐκεῖνός ἐστι. διαπλέκεται κυρτὶς μικρὰ μέν, πυκνὴ δέ· καὶ ἐντὸς ἔχει στρόμβον, καὶ διεῖρται οὗτος ἐν τῇ κυρτίδι μέσῃ. ἀγώνισμα οὖν τῇ πορφύρᾳ διατεῖναι τὴν γλῶττάν ἐστι καὶ ἐφικέσθαι αὐτοῦ· καὶ ἀνάγκη πᾶσαν αὐτὴν προβάλλειν, εἰ μέλλοι μὴ ἁμαρτήσεσθαι οὗ γλίχεται. καὶ ἐμβαλοῦσα τὴν γλῶτταν ἐκμυζᾷ, εἶτα διῴδησεν αὐτῇ ἡ γλῶττα ὑπὸ πλησμονῆς, καὶ ἐξελκύσαι ἀδύνατός ἐστιν αὖθις. μένει τοίνυν ἁλοῦσα, καὶ ὁ πορφυρεὺς αἰσθόμενος ἐθήρασε δεύτερος τὴν ὑπὸ τῆς λιχνείας προῃρημένην.
35
σκολόπενδρα θαλάττιον θηρίον, καὶ τῷ χερσαίῳ ὅσα ἰδεῖν ὁμοιότατόν ἐστιν· εἰ δὲ αὐτῆς προσάψαιτο ἀνθρωπεία σάρξ, ὀδαξᾶταί τε παραχρῆμα καὶ κνησιᾷ, καὶ πάσχει τοιαῦτα, ὁποῖα καὶ ὑπὸ τῆς βοτάνης, ἣν καλοῦσι κνίδην. ποιοῦσι δὲ καὶ ἀκαλῆφαι κνησμονήν, ἀλλὰ οὔπω τοσοῦτον. εἰσὶ δὲ ἐδώδιμοι μᾶλλον διελθούσης ἰσημερίας αἱ ἀκαλῆφαι.