Kitap 6
7
ἐν τῇ Αἰγύπτῳ περὶ τὴν λίμνην τὴν καλουμένην Μοίριδος, ὅπου Κροκοδείλων πόλις, κορώνης τάφος δείκνυται, καὶ τὴν αἰτίαν ἐκείνην Αἰγύπτιοί φασι. τῷ βασιλεῖ τῷ τῶν Αἰγυπτίων Μ̔άρης δὲ οὗτος ἐκαλεῖτὀ ἦν κορώνης θρέμμα πάνυ ἥμερον, καὶ τῶν ἐπιστολῶν ἃς ἐβούλετό οἱ κομισθῆναί ποι θᾶττον ἐκόμιζεν αὕτη, καὶ ἦν ἀγγέλων ὠκίστη, καὶ ἀκούσασα ᾔδει ἔνθα ἰθῦναι χρὴ τὸ πτερόν, καὶ τίνα χρὴ παραδραμεῖν χῶρον, καὶ ὅπου ἥκουσαν ἀναπαύσασθαι. ἀνθʼ ὧν ἀποθανοῦσαν ὁ Μάρης ἐτίμησεν αὐτὴν καὶ στήλῃ καὶ τάφῳ.
8
ἴδιον δὲ καὶ ὄνομα τῆς κατὰ τροφὴν κομιδῆς ἕκαστα τῶν ζῴων κέκτηται. πωλοδαμνικὴ γοῦν κληθείη τις ἂν καὶ σκυλακοτροφικὴ καὶ ἐλεφαντοκομία καὶ λεοντοτροφία καὶ ὀρνιθοτροφία καὶ τὰ τοιαῦτα.
9
σοφὰ δὲ ἄρκτου ἦν ἄρα ἐκεῖνα. ἐὰν διώκηται μετὰ τῶν αὑτῆς σκυλακίων, προωθεῖ αὐτὰ ἐς ὅσον δύναται· ὅταν δὲ συνίδῃ ὅτι ἀπεῖπε, τὸ μὲν κατὰ τοῦ νώτου φέρει, τὸ δὲ κατὰ τοῦ στόματος, καὶ δένδρου λαβομένη ἀναπηδᾷ· καὶ τὸ μὲν ἔχεται τοῦ νώτου τοῖς ὄνυξι, τὸ δὲ ἐν τοῖς ὀδοῦσι φέρεται ἀναθεούσης