Kitap 6
4
οἱ δράκοντες ὅταν ὀπώρας μέλλωσι γεύεσθαι, τῆς πικρίδος καλουμένης ῥοφοῦσι τὸν ὀπόν· ὀνίνησι δὲ ἄρα αὐτοὺς αὕτη πρὸς τὸ μὴ φύσης τινὸς ὑποπίμπλασθαι. μέλλοντες δέ τινα ἐλλοχᾶν ἢ ἄνθρωπον ἤ θῆρα, τὰς θανατηφόρους ῥίζας ἐσθίουσι καὶ τὰς πόας μέντοι τὰς τοιαύτας. οὐκ ἦν δὲ ἄρα οὐδὲ Ὅμηρος αὐτῶν τῆς τροφῆς ἀμαθής. λέγει γοῦν ὅπως ἄνδρα μένει περὶ τὸν φωλεὸν εἰλούμενος, προεμπλησθεὶς σιτίων πολλῶν φαρμακωδῶν καὶ κακῶν.
5
οἱ ἔλαφοι τὰ κέρατα ἀποβαλόντες ἐσδύνονται παρελθόντες ἐς τὰς λόχμας, τοὺς ἐπιόντας σφίσι φυλαττόμενοι, καὶ εἰκότως· ἔρημοι γὰρ τῶν ἀμυντηρίων ὄντες ἀφῃρῆσθαι καὶ τὴν ἀλκὴν πεπιστεύκασιν ἐν τῷ τέως. λέγονται δὲ καὶ φυλάττεσθαι μή ποτε ἄρα νεαροῖς οὖσιν αὐτῶν τοῖς στελέχεσιν εἶτα προσπίπτουσα ἡ ἀκτὶς πρὶν ἢ παγῆναι καὶ τοὺς καλουμένους χόνδρους λαβεῖν ἣ δὲ τὴν σάρκα ὑποσήψῃ.
6
οἱ παριόντες ἐς πόλεμον ἵπποι ὑπόπτους ἔχουσι καὶ τάφρων πηδήσεις καὶ ἅλλεσθαι βόθρον καὶ διαβῆναι σταυροὺς καὶ σκόλοπας καὶ τὰ τοιαῦτα. πάρεστι δὲ καὶ Ὁμήρου λέγοντος ἀκούειν ὑπὲρ τῶν τοιούτων ὥς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἐταίρους, τάφρον ἐποτρύνων διαβήμεναι. οὐδέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεἶ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ῥηιδίη.