Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 6

64 ἡ ἀλώπηξ πονηρὸν ζῷόν ἐστιν, ἔνθεν τοι καὶ κερδαλέην οἱ ποιηταὶ καλεῖν φιλοῦσιν αὐτήν· πονηρὸν δὲ καὶ ὁ χερσαῖος ἐχῖνός ἐστι. καὶ ὃ μὲν ἑαυτὸν συνειλήσας κεῖται, θεασάμενος ἥκουσαν τὴν ἀλώπεκα, ἣ δὲ χανεῖν τε καὶ ἐνδακεῖν οὐ δυναμένη, κᾆτα οὔρησεν αὐτοῦ ἐς τὸ στόμα· ὃ δὲ ἀποπνίγεται, τοῦ πνεύματος ἔνδον ἐκ τῆς συνειλήσεως κατεσχημένου καὶ ἐπιρρέοντός οἱ τοῦ προειρημένου, καὶ μέντοι καὶ τὸν τρόπον τοῦτον κακὸν κακὴ περιελθοῦσα τὸν ἐχῖνον ἡ ἀλώπηξ ᾕρηκεν αὐτόν. ἀνωτέρω δὲ θήρα λέλεκται ἄλλη.
65 περὶ τὸ Κωνώπιον οὕτω καλούμενον ʽχῶρος δὲ ἄρα τῆς Μαιώτιδός ἐστἰ τοῖς ἀσπαλιευταῖς τε καὶ θαλαττουργοῖς ἀνδράσιν οἱ λύκοι πιστῶς παραμένουσι, καὶ εἰ θεάσαιο, οὐκ ἂν εἴποις αὐτοὺς κυνῶν οἰκουρούντων διαφέρειν. ἐὰν μὲν οὖν ἀπολάχωσι τῆς ἄγρας τῆς θαλαττίου μοίρας οἵδε οἱ λύκοι, εἰρηναῖα αὐτοῖς πρὸς τοὺς ἁλιέας καὶ ἔνσπονδά ἐστιν· εἰ δὲ μή, διαξαίνουσιν αὐτῶν τὰ δίκτυα καὶ ἀφανίζουσι, καὶ ἔδοσαν ὑπὲρ τῆς σφετέρας ἀμοιρίας ζημίαν οἱ λύκοι αὐτοῖς.
← Önceki 39 / 39

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi