Kitap 6
62
καὶ ποιηταῖς οὖσι τῶν μύθων τῶν ἀπιστουμένων. φιλοδέσποτον μὲν ὥς ἐστιν ὁ κύων, τεκμηριοῖ καὶ τὰ ἤδη λεχθέντα, χρὴ δὲ ἄρα τάττειν σὺν αὐτοῖς καὶ ἐκεῖνό γε δήπου. Γέλων ὁ Συρακόσιος καθεύδων βαθύτατα ἐδόκει διόβλητος γεγονέναι. καὶ τὸ μὲν φάσμα ὄνειρος ἦν, ἐβόα δὲ καίτοι καθεύδων καὶ μάλα γε ὀξείᾳ καὶ διατόρῳ τῇ φωνῇ. κύων οὖν ὑπʼ αὐτῷ τραφεὶς ἀκούσας φίλου καὶ συντρόφου φθέγματος, ὥς τι τοῦ Γέλωνος ἐξ ἐπιβουλῆς παθεῖν κινδυνεύοντος, ὡς εἶχεν ὁρμῆς ἀναθορὼν ἐπὶ τὴν στρωμνὴν καὶ περιβὰς τὸν τροφέα, ὑλάκτει σφοδρότατα, οἷα δὴ ἀμυνούμενος τὸν ἐπιόντα. ἐξήγρετο τοίνυν ὁ Γέλων καὶ ὑπὸ τοῦ δέους καὶ ὑπὸ τῆς ὑλακῆς ἐκβαλὼν τὸν ὕπνον καίτοι βαθύτατον ὄντα.