Kitap 5
17
ἔστω δὲ καὶ τῇ μυίᾳ παρʼ ἡμῶν γέρας μὴ ἀμοιρῆσαι τῆς μνήμης τῆς ἐνταῦθα· φύσεως γάρ τοι καὶ ἐκείνη πλάσμα ἐστίν. αἱ μυῖαι αἱ Πισάτιδες κατὰ τὴν τῶν Ὀλυμπίων ἑορτὴν ὡς ἂν εἴποις σπένδονται καὶ τοῖς ἀφικνουμένοις καὶ τοῖς ἐπιχωρίοις. ἱερείων γοῦν καταθυομένων τοσούτων καὶ αἵματος ἐκχεομένου καὶ κρεμαμένων κρεῶν αἳ δὲ ἀφανίζονται ἑκοῦσαι, καὶ τοῦ γε Ἀλφειοῦ περαιοῦνται ἐς τὴν ἀντιπέρας ὄχθην. καὶ ἐοίκασι τῶν γυναικῶν τῶν ἐπιχωρίων διαλλάττειν οὐδὲ ὀλίγον, εἰ μὴ ἄρα τι ἐγκρατέστεραι αἱ μυῖαι ἐκεῖναι τῶν γυναικῶν ὁμολογοῦνται τοῖς ἔργοις· τὰς μὲν γὰρ ὁ τῆς ἀγωνίας καὶ τῆς κατʼ αὐτὴν σωφροσύνης νόμος ἐλαύνει τὰς γυναῖκας, αἱ μυῖαι δὲ ἑκοῦσαι τοῖς ἱεροῖς ἀφίστανται, καὶ ἐν μὲν ταῖς ἱερουργίαις καὶ παρὰ τὸν τῶν ἄθλων χρόνον τὸν νενομισμένον ἀπαλλάττονται. λῦτο δʼ ἀγών, αἳ δὲ ἐπιδημοῦσιν, ὥσπερ οὖν καθόδου τυχοῦσαι ψηφίσματι φυγάδες, εἶτα ἐπιρρέουσιν ἐς τὴν Ἦλιν αἱ μυῖαι αὖθις.
18
ὁ ὀρφὼς θαλάττιον ζῷόν ἐστι, καὶ εἰ ἕλοις καὶ ἀνατέμοις, οὐκ ἂν ἴδοις τεθνεῶτα παραχρῆμα αὐτόν, ἀλλὰ ἐπιλαμβάνει τῆς κινήσεως καὶ οὐκ ἐπʼ ὀλίγον. διὰ χειμῶνος δὲ ἐν τοῖς φωλεοῖς οἰκουρῶν χαίρει· διατριβαὶ δὲ ἄρα αἱ πρὸς τῇ γῇ μᾶλλον φίλαι αὐτῷ.