Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 3

45 Ἀριστοτέλης λέγει τῶν περιστερῶν τοὺς ἄρρενας ταῖς θηλείαις ταῖς τικτούσαις συνωδίνειν καὶ ἀλωμένας τῆς καλιᾶς ἔξω συνωθεῖν τε καὶ συνελαύνειν, καὶ ὅταν τέκωσιν, ἐπῳάζειν ἐκβιάζεσθαι. θάλπειν δὲ καὶ τοὺς ἄρρενας τὰ νεόττια καὶ συνεκτρέφειν ταῖς θηλείαις ὁ αὐτός φησι, καὶ ὑπὲρ τοῦ μὴ κακοσίτους εἶναι τοὺς νεοττοὺς πρώτην τροφὴν διδόναι τοῖς βρέφεσι τοὺς γειναμένους ἁλμυρίδα γῆν, ἧσπερ οὖν γευσάμενα εἶτα μέντοι καὶ τῶν λοιπῶν σιτεῖσθαι ἑτοίμως τὸ ἐντεῦθεν αὐτά. δοκεῖ δέ πως ταῖς περιστεραῖς πρὸς μὲν τοὺς ἄλλους ὄρνιθας τοὺς ἁρπακτικοὺς ἔνσπονδα εἶναι, τοὺς μέντοι ἁλιαέτους καὶ τοὺς κίρκους ὡς πεφρίκασί φασι. πρὸς δὲ τοὺς ἱέρακας οἷα παλαμῶνται ἀκοῦσαι ἄξιον. ὅταν μὲν αὐτὰς διώκῃ ὁ μετάρσιός τε καὶ ἐς ὕψος πεφυκὼς πέτεσθαι, αἳ δὲ ὑπολισθάνουσι καὶ κατωτέρω ἑαυτὰς καθέλκουσι καὶ τὸ πτερὸν πειρῶνται πιέζειν· ὅταν δὲ ὁ κατωτέρω λαχὼν ἐκ τῆς φύσεως τὴν πτῆσιν, αἳ δὲ αἴρονταί τε καὶ μετεωροποροῦσι, καὶ ὑπὲρ αὐτοῦ πετόμεναι θαρροῦσιν, ἀνωτέρω ἄξαι μὴ δυναμένου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi