Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 3

39 τολμηρότατος δὲ ἄρα ζῴων ὁ αἰγιθήλας ἦν· τῶν μὲν γὰρ ὀρνίθων ὑπερφρονεῖ τῶν μικρῶν, ἐπιτίθεται δὲ ταῖς αἰξὶ κατὰ τὸ καρτερόν, καὶ μέντοι καὶ τοῖς οὔθασιν αὐτῶν προσπετόμενος εἶτα ἐκμυζᾷ τὸ γάλα, καὶ τὴν τιμωρίαν τὴν ἐκ τοῦ αἰπόλου οὐ δέδοικε, καίτοι πονηρότατον αὐταῖς μισθὸν ὑπὲρ τῆς πλησμονῆς ἀποδιδούς· τυφλοῖ γὰρ τὸν μαστόν, καὶ ἀποσβέννυσι τὴν ἐκεῖθεν ἐπιρροήν.
40 Μητροδίδακτον μὲν τὸν τῆς Ἀρήτης υἱὸν τὸν τῆς ἀδελφῆς τῆς Ἀριστίππου ὑμνοῦσιν οἱ πολλοί· λέγει δὲ Ἀριστοτέλης ἰδεῖν αὐτὸς τὰ νεόττια τῆς ἀηδόνος ὑπὸ τῆς μητρὸς διδασκόμενα ᾅδειν. ἦν δὲ ἄρα ὀρνίθων ἡ ἀηδὼν ἐλευθερίας ἐράστρια ἰσχυρῶς, καὶ διὰ ταῦτα ἡ ἐντελὴς τὴν ἡλικίαν ὅταν θηραθῇ καὶ καθειργμένη ᾖ ἐν οἰκίσκῳ, ᾠδῆς ἀπέχεται, καὶ ἀμύνεται τὸν ὀρνιθοθήραν ὑπὲρ τῆς δουλείας τῇ σιωπῇ. οὗπερ οὖν οἱ ἄνθρωποι πεπειραμένοι, τὰς μὲν ἤδη πρεσβυτέρας μεθιᾶσι, σπουδάζουσι δὲ θηρᾶν τὰ νεόττια.
41 ἵππους μονόκερως γῆ Ἰνδικὴ τίκτει, φασί, καὶ ὄνους μονόκερως ἡ αὐτὴ τρέφει, καὶ γίνεταί γε ἐκ τῶν κεράτων τῶνδε ἐκπώματα. καὶ εἴ τις ἐς αὐτὰ ἐμβάλοι φάρμακον θανατηφόρον, ὁ πιών, οὐδὲν ἐπιβουλὴ λυπήσει αὐτόν· ἔοικε γὰρ ἀμυντήριον τοῦ κακοῦ τὸ κέρας καὶ τοῦ ἵππου καὶ τοῦ ὄνου εἶναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi