Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 3

26 οἱ ἔποπές εἰσιν ὀρνίθων ἀπηνέστατοι, καί μοι δοκοῦσι τῶν προτέρων τῶν ἀνθρωπικῶν ἐν μνήμῃ καὶ μέντοι καὶ μίσει τοῦ γένους τοῦ τῶν γυναικῶν ὑποπλέκειν τὰς καλιὰς ἐν ταῖς ἐρήμοις καὶ τοῖς πάγοις τοῖς ὑψηλοῖς· καὶ ὑπὲρ τοῦ μὴ προσιέναι τοὺς ἀνθρώπους αὐτῶν τοῖς βρέφεσιν οἳ δὲ ἀντὶ τοῦ πηλοῦ χρίουσι τὰς καλιάς, ἀποπάτημα ἀνθρώπου περιβαλόντες, τῇ δυσωδίᾳ τε καὶ κακοσμίᾳ ἀνείργοντες καὶ ἀναστέλλοντες τὸ ζῷον τὸ ἑαυτοῖς πολέμιον. ἔτυχε δὲ καὶ ἐν τῷ τείχους ἐρημοτέρῳ ὅδε ὁ ὄρνις παιδοποιησάμενος ἔν τινι ῥήγματι λίθου ὑπὸ τοῦ χρόνου διαστάντι. οὐκοῦν ὁ τοῦ τείχους μελεδωνὸς ἰδὼν ἔνδον τὰ βρέφη κατήλειψε τὸν χηραμὸν τῷ πηλῷ. καὶ ὑποστρέψας ὁ ἔποψ, ὡς εἶδεν αὑτὸν ἀποκλεισθέντα, πόαν ἐκόμισε, καὶ προσήνεγκε τῷ πηλῷ· ὃ δὲ κατερρύη, καὶ προσῆλθε πρὸς τὰ αὑτοῦ ἐκεῖνος τέκνα, εἶτα ἐπὶ τὴν νομὴν ἦξεν. αὖθις οὖν ὁ αὐτὸς ἐπήλειψεν ἄνθρωπος, καὶ ὁ ὄρνις τῇ αὐτῇ πόᾳ ἀνέῳξε τὸν χηραμόν· καὶ τὸ τρίτον ἐπράχθη τὰ αὐτά. ὁ τοίνυν τοῦ τείχους φύλαξ ἰδὼν τὸ πραττόμενον, τὴν πόαν ἀνελόμενος ἐχρῆτο οὐκ ἐς τὰ αὐτά, ἀλλʼ ἀνέῳγεν μηδέν οἱ προσήκοντας θησαυρούς.
27 ἡ Πελοπόννησος λεόντων ἄγονός ἐστι· καὶ οἷα εἰκὸς Ὅμηρος πεπαιδευμένῃ φρενὶ συνιδὼν τοῦτο τὴν Ἄρτεμιν ἐκεῖθι θηρῶσαν ᾅδων εἶπεν ὅτι ἄρα ἔπεισι τόν τε Ταΰγετον καὶ τὸν Ἐρύμανθον τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν. ἐπεὶ δὲ ἔρημα λεόντων τάδε τὰ ὄρη, καὶ μάλα γε εἰκότως οὐκ ἐμνήσθη αὐτῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi