Kitap 2
14
Χαμαιλέων τὸ ζῷον ἐς μίαν χρόαν οὐ πέφυκεν οὔτε ὁρᾶσθαι οὔτε γνωρίζεσθαι, κλέπτει δὲ ἑαυτὸν πλανῶν τε ἅμα καὶ παρατρέπων τὴν τῶν ὁρώντων ὄψιν. εἰ γὰρ περιτύχοις μέλανι τὸ εἶδος, ὃ δὲ ἐξέτρεψε τὸ μόρφωμα ἐς χλωρότητα, ὥσπερ οὖν μεταμφιεσάμενος· εἶτα μέντοι ἀλλοῖος ἐφάνη γλαυκότητα
15
ὑποδύς, καθάπερ προσωπεῖον ἕτερον ἢ στολὴν ὑποκριτὴς ἄλλην. ἐπεὶ τοίνυν ταῦθʼ οὕτως ἔχει, φαίη τις ἂν καὶ τὴν φύσιν μὴ καθέψουσαν μηδὲ ἐπιχρίουσαν φαρμάκοις, ὥσπερ οὖν ἢ Μήδειάν τινα ἢ Κίρκην, καὶ ἐκείνην φαρμακίδα εἶναι. πομπίλον πελάγιον καὶ βυθῷ φιληδοῦντα εἰδέναι χρὴ μάλιστα ἰχθύων ὧν ἴσμεν ἀκοῇ· μισεῖ δὲ ἢ αὐτὸς τὴν γῆν ἢ τὸν ἰχθὺν ἐκείνη. τεμνούσας δὲ ἄρα μέσον τὸν πόρον τὰς ναῦς οἵδε οἱ πομπίλοι ὥσπερ οὖν ἐρωμένας προσνέοντες δορυφοροῦσι, καὶ δεῦρο καὶ ἐκεῖσε περιέρχονται χορεύοντες ἅμα καὶ πηδῶντες. οἱ μὲν οὖν περίνεῳ ὁπόσον ἀφεστᾶσι τῆς γῆς, οὐδὲ ἓν αὐτοῖς εἰδέναι πάρεστι δήπου· οἱ δὲ ναῦται, κλέπτεσθαι μέντοι καὶ αὐτοῖς τὸ ἀληθὲς εἴωθεν. οἵ γε μὴν πομπίλοι μακρόθεν ᾔσθοντο δίκην εὐρίνου κυνὸς τὸ θήραμα ἑλούσης τάχιστα, καὶ οὐκέτι τοσοῦτος αὐτοὺς ἔρως νεὼς καταλαμβάνει, ὡς παραμένειν, ἀλλὰ οἷα ὑπὸ συνθήματι ἀθρόοι γενόμενοι ᾤχοντο ἀπιόντες. καὶ ἴσασιν έντεῦθεν οἱ τῆς νεὼς ἄρχοντες ὅτι ἄρα χρὴ περιβλέπειν γῆν οὐ πυρσοῖς τεκμαιρομένους ἀλλὰ τοῖς προειρημένοις πεπαιδευμένους.