Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 2

50 Ὑπονύξαντες ἰὸν ἀφιᾶσιν ἰχθύων κωβιὸς καὶ δράκων καὶ χελιδών, οὐ μὴν ἐς θάνατον· ἡ τρυγὼν δὲ ἀποκτείνει παραχρῆμα τῷ κέντρῳ. καὶ λέγει γε Λεωνίδης ὁ Βυζάντιος ἰχθύων φύσεώς τε καὶ κρίσεως ἄπειρον ἄνθρωπον ἁρπάσαντα ἐκ δικτύου τρυγόνα ʽᾤετο δὲ ἄρα ὁ δυστυχὴς ψῆτταν εἶναἰ φέροντα ἐπικόλπιον ἐμβαλεῖν καὶ βαδίζειν, ὥς τι ἀγαθὸν εὑρόντα καὶ ἐς ἐμπολὴν κερδαλέον ἑαυτῷ ἅρπαγμα. ἣ δὲ ἄρα ἤλγησε πιεζομένη, καὶ παίει τῷ κέντρῳ πείρασα, καὶ ἐξέχεε τοῦ δυστυχοῦς κλέπτου τὰ σπλάγχνα. καὶ ἔκειτο παρὰ τῇ τρυγόνι νεκρὸς ὁ φώρ, ἐναργὴς ἔλεγχος ὧν οὐκ εἰδὼς ἔδρασεν.
51 ὁ κόραξ, οὐκ ἂν αὐτὸν ἐς τόλμαν ἀθυμότερον εἴποις τῶν ἀετῶν. ὁμόσε γὰρ καὶ αὐτὸς τοῖς ζῴοις χωρεῖ, οὐ μέντοι τοῖς βραχυτάτοις, ἀλλʼ ὄνῳ τε καὶ ταύρῳ· κάθηταί τε γὰρ κατὰ τῶν τενόντων καὶ κόπτει αὐτούς, πολλῶν δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψεν ὁ κόραξ. μάχεται δὲ καὶ ὄρνιθι ἰσχυρῷ, τῷ καλουμένῳ αἰσάλωνι· καὶ ὅταν θεάσηται ἀλώπεκι μαχόμενον, τιμωρεῖται· πρὸς γὰρ ἐκείνην ἔχει τινὰ φιλίαν. ἦν δὲ ἄρα ὀρνίθων πολυκλαγγότατός τε καὶ πολυφωνότατος· μαθὼν γὰρ καὶ ἀνθρωπίνην προΐησι φωνήν. φθέγμα δὲ αὐτοῦ παίζοντος μὲν ἄλλο, σπουδάζοντος δὲ ἕτερον· εἰ δὲ ὑποκρίνοιτο τὰ ἐκ τῶν θεῶν, ἱερὸν ἐνταῦθα καὶ μαντικὸν φθέγγεται. ἴσασι δὲ διὰ τοῦ θέρους ἐνοχλούμενοι ῥύσει γαστρός, καὶ διὰ ταῦτα ἑαυτοὺς ὑγρᾶς τροφῆς ἀγεύστους φυλάττουσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi