Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 2

39 ἀκούω δέ τι καὶ γένος ἀετῶν, καὶ ὄνομα αὐτῷ χρυσάετον ἔθεντο, ἄλλοι δὲ ἀστερίαν τὸν αὐτὸν καλοῦσιν· ὁρᾶται δὲ οὐ πολλάκις. λέγει δὲ Ἀριστοτέλης αὐτὸν θηρᾶν καὶ νεβροὺς καὶ λαγὼς καὶ γεράνους καὶ χῆνας ἐξ αὐλῆς. μέγιστος δὲ ἀετῶν εἶναι πεπίστευται, καὶ λέγουσί γε καὶ ταύροις ἐπιτίθεσθαι αὐτὸν κατὰ τὸ καρτερόν, καὶ περιηγοῦνται τὸ ἔργον τὸν τρόπον τοῦτον. ὃ μὲν κεκυφὼς κάτω νέμεται ὁ ταῦρος· ὁ δὲ ἀετὸς ἐπὶ τῷ τένοντι τοῦ ζῴου καθίσας ἑαυτὸν παίει τῷ στόματι συνεχέσι τε καὶ καρτεραῖς ταῖς πληγαῖς· ὃ δὲ ὥσπερ οἰστρηθεὶς ἐξάπτεται, καὶ ᾗ ποδῶν ἔχει φυγῆς ἄρχεται. καὶ ἕως μέν ἐστιν εὐήλατα, ὁ ἀετὸς ἥσυχός ἐστι καὶ ἐπιποτᾶται παραφυλάττων· ὅταν δὲ τὸν ταῦρον θεάσηται πλησίον κρημνοῦ γεγενημένον, κυκλώσας τὰ πτερὰ καὶ ὑπερτείνας αὐτοῦ τῶν ὀφθαλμῶν, ἐποίησε τὰ ἐν ποσὶ μὴ προϊδόμενον κατενεχθῆναι βιαιότατα. εἶτα ἐμπεσὼν καὶ ἀναρρήξας τὴν γαστέρα, ῥᾳδίως χρῆται τῇ ἄγρᾳ, ἐς ὅσον ἐθέλει. θήρας δὲ ἄλλοτρίας οὐχ ἅπτεται κειμένης, ἀλλὰ χαίρει τοῖς ἑαυτοῦ πόνοις, κοινωνίαν τε τὴν πρὸς ἄλλον ἥκιστα ἐνδέχεται. κορεσθεὶς δὲ εἶτα τοῦ λοιποῦ πονηρὸν ἆσθμα καὶ δυσωδέστατον καταπνεύσας, ἄβρωτα τοῖς ἄλλοις τὰ λείψανα ἐᾷ. καὶ μέντοι καὶ ἀλλήλων ἀπῳκισμένας οἰκοῦσι καλιὰς ὑπὲρ τοῦ μὴ διαφέρεσθαι ὑπὲρ θήρας καὶ λυπουμένους λυπεῖν πολλάκις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi