Kitap 2
35
Αἰγύπτιοι κλύσματα καὶ κάθαρσιν γαστρὸς οὐκ ἔκ τινος ἐπινοίας ἀνθρωπίνης λέγουσι μαθεῖν, διδάσκαλον δὲ σφίσι τοῦ ἰάματος τοῦδε τὴν ἶβιν ᾅδουσιν. καὶ ὅπως ἐξεπαίδευσε τοὺς πρώτους ἰδόντας, ἐρεῖ ἄλλος· σελήνης δὲ αὔξησιν καὶ μείωσιν ὅτι οἶδε, καὶ τοῦτο ἤκουσα. καὶ ὅτι τὴν τροφὴν ἑαυτῇ ὑφαιρἑ??ʼ καὶ προστίθησι κατὰ τὴν τῆς θεοῦ καὶ λῆξιν καὶ πρόσθεσιν, πυθέσθαι ποθὲν οὐκ εἰμὶ ἔξαρνος.
36
κέντρον πικρότατον καὶ κίνδυνον φέρον ἁπάντων μᾶλλον ἡ τρυγὼν ἡ ἐκ τῆς θαλάττης ἔχει. καὶ τὸ μαρτύριον, εἰ μὲν ἐς δένδρον τεθηλὸς καὶ εὖ μάλα ἀναθέον ἐμπήξειας αὐτό, οὔτε ἐς ἀναβολὰς οὔτε χρόνῳ ὕστερον ἀλλʼ ἤδη αὖον τὸ δένδρον· εἰ δέ τι τῶν ζῴων ἀμύξειας, ἀπέκτεινας.
37
ἡ μυγαλῆ ἐς ὅσον μὲν τὴν ἄλλως πρόεισι, ζῆν ἔχει, καὶ ἐσπείσατο αὐτῇ ἡ φύσις, ἐάν γε μὴ ἄλλῃ τινὶ τύχῃ καταληφθῇ καὶ ἀπόληται· ἐπὰν δὲ ἐς ἁρματοτροχιὰν ἐμπέσῃ, οἱονεὶ πέδῃ κατείληπται καὶ μάλα ἀφανεῖ, καὶ τέθνηκε. δηχθέντι δὲ ὑπὸ μυγαλῆς φάρμακον ἐκεῖνο. ἐκ τῆς τῶν τροχῶν διαδρομῆς ἡ ψάμμος ἀρθεῖσα ἐπεπάσθη τῷ δήγματι, καὶ ἔσωσε παραχρῆμα.