Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 2

26 οὐδέποτε ἀετὸς οὔτε πηγῆς δεῖται οὔτε γλίχεται κονίστρας, ἀλλὰ καὶ δίψους ἀμείνων ἐστί, καὶ καμάτου φάρμακον οὐκ ἀναμένει πορισθὲν ἔξωθεν, ὑπερφρονῶν δὲ καὶ τῶν ὑδάτων καὶ τῆς ἀναπαύσεως τὸν αἰθέριον τέμνει πόλον, καὶ ὀξύτατα ὁρᾷ ἐκ πολλοῦ τοῦ αἰθέρος καὶ ὑψηλοῦ. καὶ τόν γε τῶν πτερῶν αὐτοῦ ῥοῖζον καὶ τὸ τῶν θηρίων ἀτρεπτότατον ὁ δράκων ἀκούσας μόνον παραχρῆμα κατέδυ καὶ ἀσμένως ἠφανίσθη. βάσανος δέ οἱ τῶν νεοττῶν τῶν γνησίων ἐκείνη ἐστίν. ἀντίους τῇ αὐγῇ τοῦ ἡλίου ἵστησιν αὐτοὺς ὑγροὺς ἔτι καὶ ἀπτῆνας· καὶ ἐὰν μὲν σκαρδαμύξῃ τις τὴν ἀκμὴν τῆς ἀκτῖνος δυσωπούμενος, ἐξεώσθη τῆς καλιᾶς, καὶ ἀπεκρίθη τῆσδε τῆς ἑστίας· ἐὰν δὲ ἀντιβλέψῃ καὶ μάλα ἀτρέπτως, ἀμείνων ἐστὶν ὑπονοίας καὶ τοῖς γνησίοις ἐγγέγραπται, ἐπεὶ αὐτῷ πῦρ τὸ οὐράνιον ἡ τοῦ γένους ἀδέκαστός τε καὶ ἄπρατος ἀληθῶς ἐστιν ἐγγραφή.
27 ἡ στρουθὸς ἡ μεγάλη λασίοις μὲν τοῖς πτεροῖς ἐπτέρωται, ἀρθῆναι δὲ καὶ ἐς βαθὺν ἀέρα μετεωρισθῆναι φύσιν οὐκ ἔχει. θεῖ δὲ ὤκιστα, καὶ τὰς παρὰ τὴν πλευρὰν ἑκατέραν πτέρυγας ἁπλοῖ, καὶ ἐμπῖπτον τὸ πνεῦμα κολποῖ δίκην ἱστίων αὐτάς.
28 τὴν ὠτίδα τὸ ζῷον ὀρνίθων εἶναι φιλιππότατον ἀκούω. καὶ τὸ μαρτύριον, τῶν μὲν ἄλλων ζῴων καὶ ἐν λειμῶσι καὶ ἐν αὐλῶσι νεμομένων καταφρονεῖ· ἵππον δὲ ὅταν θεάσηται, ἥδιστα προσπέτεται καὶ πλησιάζει κατὰ τοὺς τῶν ἀνθρώπων ἱππεραστάς.
29 μυῖα ἐμπεσοῦσα ἐς ὕδωρ, εἰ καὶ ζῴων ἐστὶ θρασυτάτη, ἀλλὰ γοῦν οὔτʼ ἐπιτρέχει, οὔτε νηκτική ἐστι, καὶ διὰ ταῦτα ἀποπνίγεται. εἰ δὲ αὐτῆς ἐξέλοις τὸν νεκρόν, καὶ τέφραν ἐμπάσειας καὶ καταθείης ἐν ἡλίου αὐτῇ, ἀναβιώσῃ τὴν μυῖαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi