Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 17

12 γένος τι φρύνης ἀκούω καὶ πιεῖν δεινὸν καὶ πικρὸν ἰδεῖν. πιεῖν μέν, εἴ τις αὐτὴν συντρίψας εἶτα μέντοι τὸ αἷμα δοίη τῳ πιεῖν, κατʼ ἐπιβουλὴν ἐμβαλὼν εἴτε ἐς οἶνον εἴτε ἐς ἄλλα πώματα, ὧνπερ οἱ τούτων κατάρατοι σοφισταὶ ἐπιτήδειον ἥγηνται τὴν πρὸς ἐκεῖνο τὸ αἷμα κρᾶσιν. καὶ ποθὲν ἀπέκτεινεν οὐκ ἐς ἀναβολὰς ἀλλὰ παραχρῆμα. ἰδεῖν δὲ ἡ φρύνη κακόν ἐστι τοιοῦτον. ἐάν τις θεάσηται τὴν θῆρα, εἶτα αὐτῇ ἀντίος ὁρῶν προσβλέψῃ δριμύ, καὶ ἐκείνη κατὰ τὴν ἑαυτῆς φύσιν ἰταμὸν ἀντιβλέψῃ, καί τι καὶ φύσημα ἐμπνεύσῃ ἑαυτῇ μὲν συμφυές, χρωτὶ δὲ ἐχθρὸν ἀνθρωπίνῳ, ὠχρὸν ὠχρὸν ἐργάζεται, ὡς εἰπεῖν τὸν οὐκ ἰδόντα ἀλλὰ ἐντυχόντα πρῶτον ὅτι νοσήσαντα εἶδεν ἄνθρωπον. μένει τε ἡ ὠχρότης ἡμερῶν οὐ πολλῶν, εἶτα ἀφανίζεται.
13 χαραδριοῦ δὲ ἦν ἄρα δῶρον τοῦτο, ὃ οὐ μὰ Δία ἀτιμάζειν ἄξιον. εἰ γοῦν ὑπαναπλησθεὶς τὸ σῶμα ἰκτέρου τις εἶτά οἱ δριμὺ ἐνορῴη, ὃ δὲ ἀντιβλέπει καὶ μάλα γε ἀτρέπτως, ὥσπερ οὖν ἀντιφιλοτιμούμενος, καὶ ἡ τοιάδε ἀντίβλεψις ἰᾶται τὸ προειρημένον πάθος τῷ ἀνθρώπῳ.
14 ἐγὼ μὲν οὐ πεπίστευκα, εἰ δὲ ἕτερος Εὐδόξῳ πείθεται, πιστευέτω ὅ φησιν Εὔδοξος, ὑπερβαλὼν τὰς Ἡρακλείους στήλας ἐν λίμναις ἑορακέναι ὄρνιθάς τινας καὶ μείζους βοῶν. καὶ ὅτι μὲν οὐ πείθει με ὁ λέγων, ἤδη εἶπον· ἃ δʼ οὖν ἤκουσα, οὐκ ἐσίγησα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi