Kitap 17
11
ἐν Ζακύνθῳ λέγουσιν οἱ δεινοὶ τὰ τοιαῦτα βασανίσαι τε καὶ ἀνιχνεῦσαι τοῖς ὑπὸ τῶν φαλαγγίων δακνομένοις μὴ μόνον τοσαῦτα ἀπαντᾶν, ὅσα καὶ τοῖς ἀλλαχόθι δηχθεῖσιν, ἀλλὰ ἐκείνων πλείω. ὅλα γὰρ αὐτοῖς τὰ σώματα γίνεται νάρκης ἀνάπλεω καί πως ὑπότρομα καὶ ψυχρὰ ἰσχυρῶς, καὶ ἔμετοι σπασμὸν ἀναφύοντες, καὶ ὀρθοῦται τὸ σκεῦος αὐτοῖς· ἀλγοῦσι δὲ καὶ τὰ ὦτα ἰσχυρῶς, καὶ τοῦ ποδὸς ἑκατέρου τὸ θέναρ καὶ τοῦτο ὀδυνῶνται. ἐνδείκνυνται δὲ ἄρα αὐτὰ ὅσα εἶπον ἕκαστα καὶ οἱ τὰς χεῖρας ἐπιβάλλοντες αὐτοῖς. ὃ δέ ἐστι καὶ ἀκοῦσαι ἐκπληκτικὸν καὶ μέντοι καὶ θαυμασιώτερον ἰδεῖν, ὅταν τινὲς τῶν ἀδήκτων ἢ ἐμβῶσι τοῖς ἀπολούτροις τῶν δηχθέντων ἢ καὶ νὴ Δία ἀπονίψωνται τοὺς πόδας ʽοἷα δήπου γίνεσθαι φιλεῖ πολλάκις· ἤδη δὲ ἄρα ἀπαντᾷ τὰ τοιαῦτα καὶ κατά τινας ἐπιβουλὰς ἐχθρῶνʼ, πάντα καὶ ἐκείνοις γίνεται τὰ ἀλγήματα, ὅσα καὶ τοῖς δηχθεῖσι δήπου.