Kitap 17
10
κατʼ ἐκεῖνον ἡ χρόα, τὰ δὲ ὑπὸ τὰς λαπάρας ἡσυχῆ λευκανθίζει. αἱ χεῖρες δὲ τῷδε τῷ ζῴῳ διπλῆν παρέχουσι χρείαν· ἔνθα μὲν γὰρ τάχους δεῖ, προθέουσι τῶν ὀπίσω σκελῶν, καὶ τῶν λοιπῶν τετραπόδων οὐχ ἡττᾶται τὸν δρόμον· δεῖ δὲ πάλιν ἢ ἀφελεῖν τι ἢ καταθέσθαι ἢ συλλαβεῖν καὶ σφίγξαι, καὶ οἱ πόδες οἱ τέως χεῖρες ἐγένοντο, καὶ οὐ βαδίζει, κάθηται δέ. βαρύθυμον δὲ ἰσχυρῶς τὸ ζῷόν ἐστιν. ἐὰν γοῦν ἁλῷ, δουλείαν μὴ φέρον καὶ τῆς τέως ἐλευθερίας γλιχόμενον τροφὴν ἀπέστραπται πᾶσαν, καὶ ἀποθνήσκει λιμῷ. Πυθαγόρας λέγει καὶ ταῦτα, ὥσπερ οὖν τεκμηριοῖ Κράτης ὁ ἐκ τοῦ Μυσίου Περγάμου. ἡ Βοιωτῶν γῆ ἀσπαλάκων ἀφεῖται, καὶ αὐτὴν οὐ διορύττει τὸ ζῷον τοῦτο κατὰ Λεβάδειαν· ἐὰν δέ πως καὶ ἀλλαχόθεν ἐσκομισθῶσιν, ἀποθνήσκουσι. περὶ μὲν οὖν τὴν Ὀρχομενίων γίνονται καὶ πολλοί. ἐν δὲ Λιβύῃ συῶν ἀγρίων ἀπορία ἐστὶ καὶ ἐλάφων. ἐν δὲ τῷ Πόντῳ οὔτε μαλάκια οὔτε ὀστρακόδερμα γίνεται, εἰ μὴ σπανίως καὶ ὀλίγα. λέγει δὲ Δείνων ἐν Αἰθιοπίᾳ γίνεσθαι τοὺς ὄρνιθας τοὺς μονόκερως καὶ ὗς τετράκερως καὶ πρόβατα ἐρίων μὲν ψιλά, τρίχας δὲ καμήλων ἔχοντα.